17.14 καὶ ἰδὼν εἶπεν αὐτοῖς · Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν . καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν .
17.15 εἷς δὲ ἐξ αὐτῶν , ἰδὼν ὅτι ἰάθη , ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν ,
17.16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ · καὶ αὐτὸς ἦν Σαμαρίτης .
17.17 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν · Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν ; οἱ δὲ ἐννέα ποῦ ;
17.18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ἀλλογενὴς οὗτος ;
17.19 καὶ εἶπεν αὐτῷ · Ἀναστὰς πορεύου · πίστις σου σέσωκέν σε .
17.20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν · Οὐκ ἔρχεται βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως ,
17.21 οὐδὲ ἐροῦσιν · Ἰδοὺ ὧδε · Ἐκεῖ · ἰδοὺ γὰρ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν .
17.22 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς · Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε .
17.23 καὶ ἐροῦσιν ὑμῖν · Ἰδοὺ ʹἐκεῖ · Ἰδοὺ ὧδεʹ · μὴ ἀπέλθητε μηδὲ διώξητε .
17.24 ὥσπερ γὰρ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ʹὑπὸ τὸνʹ οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει , οὕτως ἔσται υἱὸς τοῦ ἀνθρώπου ʹἐν τῇ ἡμέρᾳ αὐτοῦʹ .
17.25 πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης .
17.26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε , οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου ·