19.27 πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου .
19.28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα .
19.29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν , ἀπέστειλεν δύο τῶν μαθητῶν
19.30 λέγων · Ὑπάγετε εἰς τὴν κατέναντι κώμην , ἐν εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον , ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν , καὶ λύσαντες αὐτὸν ἀγάγετε .
19.31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ · Διὰ τί λύετε ; οὕτως ἐρεῖτε ὅτι κύριος αὐτοῦ χρείαν ἔχει .
19.32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς .
19.33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς · Τί λύετε τὸν πῶλον ;
19.34 οἱ δὲ εἶπαν ὅτι κύριος αὐτοῦ χρείαν ἔχει .
19.35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν , καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν ·
19.36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια ἑαυτῶν ἐν τῇ ὁδῷ .
19.37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων ,
19.38 λέγοντες · Εὐλογημένος ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι κυρίου · ʹἐν οὐρανῷ εἰρήνηʹ καὶ δόξα ἐν ὑψίστοις .
19.39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν · Διδάσκαλε , ἐπιτίμησον τοῖς μαθηταῖς σου .
19.40 καὶ ἀποκριθεὶς εἶπεν · Λέγω ὑμῖν , ὅτι ἐὰν οὗτοι σιωπήσουσιν , οἱ λίθοι κράξουσιν .