19.41 Καὶ ὡς ἤγγισεν , ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’ αὐτήν ,
19.42 λέγων ὅτι Εἰ ἔγνως ʹἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺʹ τὰ πρὸς εἰρήνην νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου .
19.43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν ,
19.44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί , καὶ οὐκ ἀφήσουσιν ʹλίθον ἐπὶ λίθον ἐν σοίʹ , ἀνθ’ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου .
19.45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ,
19.46 λέγων αὐτοῖς · Γέγραπται · ʹΚαὶ ἔσταιʹ οἶκός μου οἶκος προσευχῆς , ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν .
19.47 Καὶ ἦν διδάσκων τὸ καθ’ ἡμέραν ἐν τῷ ἱερῷ · οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ ,
19.48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν , λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων .