20.1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις ,
20.2 καὶ εἶπαν ʹλέγοντες πρὸς αὐτόνʹ · Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς , τίς ἐστιν δούς σοι τὴν ἐξουσίαν ταύτην ;
20.3 ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς · Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον , καὶ εἴπατέ μοι ·
20.4 Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἐξ ἀνθρώπων ;
20.5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν · Ἐξ οὐρανοῦ , ἐρεῖ · Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ ;
20.6 ἐὰν δὲ εἴπωμεν · Ἐξ ἀνθρώπων , ʹὁ λαὸς ἅπασʹ καταλιθάσει ἡμᾶς , πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι ·
20.7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν .
20.8 καὶ Ἰησοῦς εἶπεν αὐτοῖς · Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ .
20.9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην · Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα , καὶ ἐξέδετο αὐτὸν γεωργοῖς , καὶ ἀπεδήμησεν χρόνους ἱκανούς .
20.10 καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον , ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ · οἱ δὲ γεωργοὶ ʹἐξαπέστειλαν αὐτὸν δείραντεσʹ κενόν .
20.11 καὶ προσέθετο ʹἕτερον πέμψαιʹ δοῦλον · οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν .
20.12 καὶ προσέθετο ʹτρίτον πέμψαιʹ · οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον .
20.13 εἶπεν δὲ κύριος τοῦ ἀμπελῶνος · Τί ποιήσω ; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν · ἴσως τοῦτον ἐντραπήσονται .