20.26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ , καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν .
20.27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων , οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι , ἐπηρώτησαν αὐτὸν
20.28 λέγοντες · Διδάσκαλε , Μωϋσῆς ἔγραψεν ἡμῖν , ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα , καὶ οὗτος ἄτεκνος , ἵνα λάβῃ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ .
20.29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν · καὶ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος ·
20.30 καὶ ʹὁ δεύτεροσʹ
20.31 καὶ τρίτος ἔλαβεν αὐτήν , ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον ·
20.32 ὕστερον ʹκαὶ γυνὴ ἀπέθανενʹ .
20.33 ʹἡ γυνὴ οὖν ἐν τῇʹ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή ; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα .
20.34 Καὶ εἶπεν αὐτοῖς Ἰησοῦς · Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται ,
20.35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται ·
20.36 οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται , ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες .
20.37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου , ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ ʹ καὶ θεὸν Ἰακώβ ·
20.38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων , πάντες γὰρ αὐτῷ ζῶσιν .
20.39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν · Διδάσκαλε , καλῶς εἶπας ·
20.40 οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν .
20.41 Εἶπεν δὲ πρὸς αὐτούς · Πῶς λέγουσιν τὸν χριστὸν ʹεἶναι Δαυὶδ υἱόνʹ ;