20.42 ʹαὐτὸς γὰρʹ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν · Εἶπεν κύριος τῷ κυρίῳ μου · Κάθου ἐκ δεξιῶν μου
20.43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου .
20.44 Δαυὶδ οὖν ʹαὐτὸν κύριονʹ καλεῖ , καὶ πῶς ʹαὐτοῦ υἱόσʹ ἐστιν ;
20.45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς ·
20.46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις ,
20.47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται · οὗτοι λήμψονται περισσότερον κρίμα .