21.1 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας ʹεἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶνʹ πλουσίους .
21.2 εἶδεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ ʹλεπτὰ δύοʹ ,
21.3 καὶ εἶπεν · Ἀληθῶς λέγω ὑμῖν ὅτι χήρα ʹἡ πτωχὴ αὕτηʹ πλεῖον πάντων ἔβαλεν ·
21.4 πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα , αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν .
21.5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ , ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν ·
21.6 Ταῦτα θεωρεῖτε , ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται .
21.7 Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες · Διδάσκαλε , πότε οὖν ταῦτα ἔσται , καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι ;
21.8 δὲ εἶπεν · Βλέπετε μὴ πλανηθῆτε · πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες · Ἐγώ εἰμι καί · καιρὸς ἤγγικεν · μὴ πορευθῆτε ὀπίσω αὐτῶν .
21.9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας , μὴ πτοηθῆτε · δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον , ἀλλ’ οὐκ εὐθέως τὸ τέλος .
21.10 τότε ἔλεγεν αὐτοῖς · Ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν ,
21.11 σεισμοί τε μεγάλοι ʹκαὶ κατὰ τόπουσʹ ʹλιμοὶ καὶ λοιμοὶʹ ἔσονται , φόβητρά τε καὶ ʹσημεῖα ἀπ’ οὐρανοῦ μεγάλαʹ ἔσται .
21.12 Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν , παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς , ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου ·
21.13 ἀποβήσεται ὑμῖν εἰς μαρτύριον .
21.14 θέτε οὖν ʹἐν ταῖς καρδίαισʹ ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι ,