22.30 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ʹἐν τῇ βασιλείᾳ μουʹ , καὶ καθήσεσθε ἐπὶ θρόνων ʹτὰς δώδεκα φυλὰς κρίνοντεσʹ τοῦ Ἰσραήλ .
22.31 Σίμων Σίμων , ἰδοὺ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον ·
22.32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ πίστις σου · καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου .
22.33 δὲ εἶπεν αὐτῷ · Κύριε , μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι .
22.34 δὲ εἶπεν · Λέγω σοι , Πέτρε , οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς ʹμε ἀπαρνήσῃ εἰδέναιʹ .
22.35 Καὶ εἶπεν αὐτοῖς · Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων , μή τινος ὑστερήσατε ; οἱ δὲ εἶπαν · Οὐθενός .
22.36 εἶπεν δὲ αὐτοῖς · Ἀλλὰ νῦν ἔχων βαλλάντιον ἀράτω , ὁμοίως καὶ πήραν , καὶ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν .
22.37 λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί , τό · Καὶ μετὰ ἀνόμων ἐλογίσθη · καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει .
22.38 οἱ δὲ εἶπαν · Κύριε , ἰδοὺ μάχαιραι ὧδε δύο . δὲ εἶπεν αὐτοῖς · Ἱκανόν ἐστιν .
22.39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν · ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί .
22.40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς · Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν .
22.41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν , καὶ θεὶς τὰ γόνατα προσηύχετο