11.24 διὰ τοῦτο λέγω ὑμῖν , πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε , πιστεύετε ὅτι ἐλάβετε , καὶ ἔσται ὑμῖν .
11.25 καὶ ὅταν στήκετε προσευχόμενοι , ἀφίετε εἴ τι ἔχετε κατά τινος , ἵνα καὶ πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν .
11.26 [ ... ]
11.27 Καὶ ἔρχονται πάλιν εἰς Ἰεροσόλυμα . Καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
11.28 καὶ ἔλεγον αὐτῷ Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ; τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς ;
11.29 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἐπερωτήσω ὑμᾶς ἕνα λόγον , καὶ ἀποκρίθητέ μοι , καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ ·
11.30 τὸ βάπτισμα τὸ Ἰωάνου ἐξ οὐρανοῦ ἦν ἐξ ἀνθρώπων ; ἀποκρίθητέ μοι .
11.31 καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ , ἐρεῖ Διὰ τί [ οῦν ] οὐκ ἐπιστεύσατε αὐτῷ ;
11.32 ἀλλὰ εἴπωμεν Ἐξ ἀνθρώπων ; ἐφοβοῦντο τὸν ὄχλον , ἅπαντες γὰρ εἶχον τὸν Ἰωάνην ὄντως ὅτι προφήτης ἦν .
11.33 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν Οὐκ οἴδαμεν . καὶ Ἰησοῦς λέγει αὐτοῖς Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ .