20.15 οὐκ ἔξεστίν μοι θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς ; ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι ;
20.16 Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι .
20.17 Μέλλων δὲ ἀναβαίνειν Ἰησοῦς εἰς Ἰεροσόλυμα παρέλαβεν τοὺς δώδεκα [ μαθητὰς ] κατ’ ἰδίαν , καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς
20.18 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰεροσόλυμα , καὶ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν , καὶ κατακρινοῦσιν αὐτὸν [ θανάτῳ ] ,
20.19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι , καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται .
20.20 Τότε προσῆλθεν αὐτῷ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ἀπ’ αὐτοῦ .
20.21 δὲ εἶπεν αὐτῇ Τί θέλεις ; λέγει αὐτῷ Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου .
20.22 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν Οὐκ οἴδατε τί αἰτεῖσθε · δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ μέλλω πίνειν ; λέγουσιν αὐτῷ Δυνάμεθα .
20.23 λέγει αὐτοῖς Τὸ μὲν ποτήριόν μου πίεσθε , τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι , ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου .
20.24 καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν .
20.25 δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν .
20.26 οὐχ οὕτως ἐστὶν ἐν ὑμῖν · ἀλλ’ ὃς ἂν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος ,