17 ταῦτα εἰποῦσα , ὦ ἄνδρες , ἐκείνη μὲν ἀπηλλάγη , ἐγὼ δ’ εὐθέως ἐταραττόμην , καὶ πάντα μου εἰς τὴν γνώμην εἰσῄει , καὶ μεστὸς ἦ ὑποψίας , ἐνθυμούμενος μὲν ὡς ἀπεκλῄσθην ἐν τῷ δωματίῳ , ἀναμιμνῃσκόμενος δὲ ὅτι ἐν ἐκείνῃ τῇ νυκτὶ ἐψόφει ἡ μέταυλος θύρα καὶ ἡ αὔλειος , ὃ οὐδέποτε ἐγένετο , ἔδοξέ τέ μοι ἡ γυνὴ ἐψιμυθιῶσθαι . ταῦτά μου πάντα εἰς τὴν γνώμην εἰσῄει , καὶ μεστὸς ἦ ὑποψίας .
18 ἐλθὼν δὲ οἴκαδε ἐκέλευον ἀκολουθεῖν μοι τὴν θεράπαιναν εἰς τὴν ἀγοράν , ἀγαγὼν δ’ αὐτὴν ὡς τῶν ἐπιτηδείων τινὰ ἔλεγον ὅτι ἐγὼ πάντα εἴην πεπυσμένος τὰ γιγνόμενα ἐν τῇ οἰκίᾳ · " σοὶ οὖν " ἔφην " ἔξεστι δυοῖν ὁπότερον βούλει ἑλέσθαι , ἢ μαστιγωθεῖσαν εἰς μύλωνα ἐμπεσεῖν καὶ μηδέποτε παύσασθαι κακοῖς τοιούτοις συνεχομένην , ἢ κατειποῦσαν ἅπαντα τἀληθῆ μηδὲν παθεῖν κακόν , ἀλλὰ συγγνώμης παρ’ ἐμοῦ τυχεῖν τῶν ἡμαρτημένων . ψεύσῃ δὲ μηδέν , ἀλλὰ πάντα τἀληθῆ λέγε . "
19 κἀκείνη τὸ μὲν πρῶτον ἔξαρνος ἦν , καὶ ποιεῖν ἐκέλευεν ὅ τι βούλομαι · οὐδὲν γὰρ εἰδέναι · ἐπειδὴ δὲ ἐγὼ ἐμνήσθην Ἐρατοσθένους πρὸς αὐτήν , καὶ εἶπον ὅτι οὗτος ὁ φοιτῶν εἴη πρὸς τὴν γυναῖκα , ἐξεπλάγη ἡγησαμένη με πάντα ἀκριβῶς ἐγνωκέναι . καὶ τότε ἤδη πρὸς τὰ γόνατά μου πεσοῦσα ,