20 καὶ πίστιν παρ’ ἐμοῦ λαβοῦσα μηδὲν πείσεσθαι κακόν , κατηγόρει πρῶτον μὲν ὡς μετὰ τὴν ἐκφορὰν αὐτῇ προσίοι , ἔπειτα ὡς αὐτὴ τελευτῶσα εἰσαγγείλειε καὶ ὡς ἐκείνη τῷ χρόνῳ πεισθείη , καὶ τὰς εἰσόδους οἷς τρόποις προσίοιτο , καὶ ὡς Θεσμοφορίοις ἐμοῦ ἐν ἀγρῷ ὄντος ᾤχετο εἰς τὸ ἱερὸν μετὰ τῆς μητρὸς τῆς ἐκείνου · καὶ τἆλλα τὰ γενόμενα πάντα ἀκριβῶς διηγήσατο . ἐπειδὴ δὲ πάντα εἴρητο αὐτῇ ,
21 εἶπον ἐγώ , " ὅπως τοίνυν ταῦτα μηδεὶς ἀνθρώπων πεύσεται · εἰ δέ μή , οὐδέν σοι κύριον ἔσται τῶν πρὸς ἔμ’ ὡμολογημένων . ἀξιῶ δέ σε ἐπ’ αὐτοφώρῳ ταῦτά μοι ἐπιδεῖξαι · ἐγὼ γὰρ οὐδὲν δέομαι λόγων , ἀλλὰ τὸ ἔργον φανερὸν γενέσθαι , εἴπερ οὕτως ἔχει . "
22 ὡμολόγει ταῦτα ποιήσειν . καὶ μετὰ ταῦτα διεγένοντο ἡμέραι τέσσαρες πέντε , [ ... ] ὡς ἐγὼ μεγάλοις ὑμῖν τεκμηρίοις ἐπιδείξω . πρῶτον δὲ διηγήσασθαι βούλομαι τὰ πραχθέντα τῇ τελευταίᾳ ἡμέρα . Σώστρατος ἦν μοι ἐπιτήδειος καὶ φίλος . τούτῳ ἡλίου δεδυκότος ἰόντι ἐξ ἀγροῦ ἀπήντησα .