3.1 Ἔτι δὲ τούτων τρίτη διαφορὰ τὸ ὡς ἕκαστα τούτων μιμήσαιτο ἄν τις .
3.2 Καὶ γὰρ ἐν τοῖς αὐτοῖς καὶ τὰ αὐτὰ μιμεῖσθαι ἔστιν ὁτὲ μὲν ἀπαγγέλλοντα ἕτερόν τι γιγνόμενον , ὥσπερ Ὅμηρος ποιεῖ , ὡς τὸν αὐτὸν καὶ μὴ μεταβάλλοντα , πάντας ὡς πράττοντας καὶ ἐνεργοῦντας τοὺς μιμουμένους .
3.3 Ἔν τρισὶ δὴ ταύταις διαφοραῖς μίμησίς ἐστιν , ὡς εἴπομεν κατ ̓ ἀρχάς , ἐν οἶς τε καὶ καὶ ὥς .
3.4 Ὥστε τῇ μὲν αὐτὸς ἂν εἴη μιμητὴς Ὁμήρῳ Σοφοκλῆς , μιμοῦνται γὰρ ἄμφω σπουδαίους , τῇ δὲ Ἀριστοφάνει· πράττοντας γὰρ μιμοῦνται καὶ δρῶντας ἄμφω . Ὅθεν καὶ δράματα καλεῖσθαί τινες αὐτά φασιν , ὅτι μιμοῦνται δρῶντας .
3.5 Διὸ καὶ ἀντιποιοῦνται τῆς τε τραγῳδίας καὶ τῆς κωμῳδίας οἱ Δωριεῖς , τῆς μὲν κωμῳδίας οἱ Μεγαρεῖς , οἵ τε ἐνταῦθα ὡς ἐπὶ τῆς παρ ̓ αὐτοῖς δημοκρατίας γενομένης , καὶ οἱ ἐκ Σικελίας ( ἐκεῖθεν γὰρ ἦν Ἐπίχαρμος ποιητής , πολλῷ πρότερος ὢν Χωνίδου καὶ Μάγνητος ) , καὶ τῆς τραγῳδίας ἔνιοι τῶν ἐν Πελοποννήσῳ , ποιούμενοι τὰ ὀνόματα σημεῖον .
3.6 Οὗτοι μὲν γὰρ κώμας τὰς περιοικίδας καλεῖν φασίν , Ἀθηναῖοι δὲ δήμους , ὡς κωμῳδοὺς οὐκ ἀπὸ τοῦ κωμάζειν λεχθέντας , ἀλλὰ τῇ κατὰ κώμας πλάνῃ ἀτιμαζομένους ἐκ τοῦ ἄστεως· καὶ τὸ ποιεῖν αὐτοὶ μὲν δρᾶν , Ἀθηναίους δὲ πράττειν προσαγορεύειν .
3.7 Περὶ μὲν οὖν τῶν διαφορῶν , καὶ πόσαι καὶ τίνες τῆς μιμήσεως , εἰρήσθω ταῦτα .