7.1 Διωρισμένων δὲ τούτων , λέγωμεν μετὰ ταῦτα ποίαν τινὰ δεῖ τὴν σύστασιν εἶναι τῶν πραγμάτων , ἐπειδὴ τοῦτο καὶ πρῶτον καὶ μέγιστον τῆς τραγῳδίας ἐστίν .
7.2 Κεῖται δ ̓ ἡμῖν τὴν τραγῳδίαν τελείας καὶ ὅλης πράξεως εἶναι μίμησιν , ἐχούσης τι μέγεθος· ἔστι γὰρ ὅλον καὶ μηδὲν ἔχον μέγεθος .
7.3 Ὅλον δ ̓ ἐστὶ τὸ ἔχον ἀρχὴν καὶ μέσον καὶ τελευτήν .
7.4 Ἀρχὴ δ ̓ ἐστὶν ὃ αὐτὸ μὲν μὴ ἐξ ἀνάγκης μετ ̓ ἄλλο ἐστί , μετ ̓ ἐκεῖνο δ ̓ ἕτερον πέφυκεν εἶναι ἢ γίνεσθαι·
7.5 τελευτὴ δὲ τοὐναντίον ὃ αὐτὸ μετ ̓ ἄλλο πέφυκεν εἶναι , ἢ ἐξ ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολύ , μετὰ δὲ τοῦτο ἄλλο οὐδέν·
7.6 μέσον δὲ ὃ καὶ αὐτὸ μετ ̓ ἄλλο καὶ μετ ̓ ἐκεῖνο ἕτερον .
7.7 Δεῖ ἄρα τοὺς συνεστῶτας εὖ μύθους μήθ ̓ ὁπόθεν ἔτυχεν ἄρχεσθαι μήθ ̓ ὅπου ἔτυχε τελευτᾶν , ἀλλὰ κεχρῆσθαι ταῖς εἰρημέναις ἰδέαις .
7.8 Ἔτι δ ̓ ἐπεὶ τὸ καλὸν καὶ ζῷον καὶ ἅπαν πρᾶγμα ὃ συνέστηκεν ἔκ τινων , οὐ μόνον ταῦτα τεταγμένα δεῖ ἔχειν , ἀλλὰ καὶ μέγεθος ὑπάρχειν μὴ τὸ τυχόν· τὸ γὰρ καλὸν ἐν μεγέθει καὶ τάξει ἐστί ,
7.9 διὸ οὔτε πάμμικρον ἄν τι γένοιτο καλὸν ζῷον ( συγχεῖται γὰρ ἡ θεωρία ἐγγὺς τοῦ ἀναισθήτου χρόνου γινομένη ) οὔτε παμμέγεθες· οὐ γὰρ ἅμα ἡ θεωρία γίνεται , ἀλλ ̓ οἴχεται τοῖς θεωροῦσι τὸ ἓν καὶ τὸ ὅλον ἐκ τῆς θεωρίας , οἷον εἰ μυρίων σταδίων εἴη ζῷον .