7.10 Ὥστε δεῖ καθάπερ ἐπὶ τῶν σωμάτων καὶ ἐπὶ τῶν ζῴων ἔχειν μὲν μέγεθος , τοῦτο δὲ εὐσύνοπτον εἶναι , οὕτω καὶ ἐπὶ τῶν μύθων ἔχειν μὲν μῆκος , τοῦτο δ ̓ εὐμνημόνευτον εἶναι .
7.11 Τοῦ δὲ μήκους ὅρος πρὸς μὲν τοὺς ἀγῶνας καὶ τὴν αἴσθησιν οὐ τῆς τέχνης ἐστίν· εἰ γὰρ ἔδει ἑκατὸν τραγῳδίας ἀγωνίζεσθαι , πρὸς κλεψύδραν ἂν ἠγωνίζοντο , ὥσπερ ποτὲ καὶ ἄλλοτε φασίν .
7.12 Ὁ δὲ κατ ̓ αὐτὴν τὴν φύσιν τοῦ πράγματος ὅρος , ἀεὶ μὲν ὁ μείζων μέχρι τοῦ σύνδηλος εἶναι καλλίων ἐστὶ κατὰ τὸ μέγεθος , ὡς δὲ ἁπλῶς διορίσαντας εἰπεῖν , ἐν ὅσῳ μεγέθει κατὰ τὸ εἰκὸς ἢ τὸ ἀναγκαῖον ἐφεξῆς γιγνομένων συμβαίνει εἰς εὐτυχίαν ἐκ δυστυχίας ἢ ἐξ εὐτυχίας εἰς δυστυχίαν μεταβάλλειν , ἱκανὸς ὅρος ἐστὶ τοῦ μεγέθους .