8.1 Μῦθος δ ̓ ἐστὶν εἷς , οὐχ ὥσπερ τινὲς οἴονται , ἐὰν περὶ ἕνα ᾖ· πολλὰ γὰρ καὶ ἄπειρα τῷ γένει συμβαίνει , ἐξ ὧν ἐνίων οὐδέν ἐστιν ἕν . Οὕτω δὲ καὶ πράξεις ἑνὸς πολλαί εἰσιν , ἐξ ὧν μία οὐδεμία γίνεται πρᾶξις .
8.2 Διὸ πάντες ἐοίκασιν ἁμαρτάνειν , ὅσοι τῶν ποιητῶν Ἡρακληΐδα καὶ θησηΐδα καὶ τὰ τοιαῦτα ποιήματα πεποιήκασιν· οἴονται γὰρ ἐπεὶ εἷς ἦν Ἡρακλῆς , ἕνα καὶ τὸν μῦθον εἶναι προσήκειν .
8.3 δ ̓ Ὅμηρος , ὥσπερ καὶ τὰ ἄλλα διαφέρει , καὶ τοῦτ ̓ ἔοικε καλῶς ἰδεῖν , ἤτοι διὰ τέχνην διὰ φύσιν· Ὀδύσσειαν γὰρ ποιῶν οὐκ ἐποίησεν ἅπαντα ὅσα αὐτῷ συνέβη , οἶον πληγῆναι μὲν ἐν τῷ Παρνασσῷ , μανῆναι δὲ προσποιήσασθαι ἐν τῷ ἀγερμῷ , ὧν οὐδὲν θατέρου γενομένου ἀναγκαῖον ἦν εἰκὸς θάτερον γενέσθαι , ἀλλὰ περὶ μίαν πρᾶξιν , οἵαν λέγομεν , τὴν Ὀδύσσειαν συνέστησεν , ὁμοίως δὲ καὶ τὴν Ἰλιάδα .
8.4 Χρὴ οὖν , καθάπερ καὶ ἐν ταῖς ἄλλαις μιμητικαῖς μία μίμησις ἑνός ἐστιν , οὕτω καὶ τὸν μῦθον , ἐπεὶ πράξεως μίμησίς ἐστι , μιᾶς τε εἶναι καὶ ταύτης ὅλης , καὶ τὰ μέρη συνεστάναι τῶν πραγμάτων οὕτως ὥστε μετατιθεμένου τινὸς μέρους ἀφαιρουμένου διαφέρεσθαι καὶ κινεῖσθαι τὸ ὅλον· γὰρ προσὸν μὴ προσὸν μηδὲν ποιεῖ ἐπίδηλον , οὐδὲ μόριον τοῦ ὅλου ἐστίν .