9.1 Φανερὸν δὲ ἐκ τῶν εἰρημένων καὶ ὅτι οὐ τὸ τὰ γενόμενα λέγειν , τοῦτο ποιητοῦ ἔργον ἐστίν , ἀλλ ̓ οἷα ἂν γένοιτο , καὶ τὰ δυνατὰ κατὰ τὸ εἰκὸς τὸ ἀναγκαῖον .
9.2 γὰρ ἱστορικὸς καὶ ποιητὴς οὐ τῷ ἔμμετρα λέγειν ἄμετρα διαφέρουσιν· εἴη γὰρ ἂν τὰ Ἡροδότου εἰς μέτρα τεθῆναι , καὶ οὐδὲν ἧττον ἂν εἴη ἱστορία τις μετὰ μέτρου ἄνευ μέτρων· ἀλλὰ τούτῳ διαφέρει , τῷ τὸν μὲν τὰ γενόμενα λέγειν , τὸν δὲ οἷα ἂν γένοιτο .
9.3 Διὸ καὶ φιλοσοφώτερον καὶ σπουδαιότερον ποίησις ἱστορίας ἐστίν· μὲν γὰρ ποίησις μᾶλλον τὰ καθόλου , δ ̓ ἱστορία τὰ καθ ̓ ἕκαστον λέγει .
9.4 Ἔστι δὲ καθόλου μέν , τῷ ποίῳ τὰ ποῖ ̓ ἄττα συμβαίνει λέγειν πράττειν κατὰ τὸ εἰκὸς τὸ ἀναγκαῖον , οὗ στοχάζεται ποίησις ὀνόματα ἐπιτιθεμένη· τὰ δὲ καθ ̓ ἕκαστον , τί Ἀλκιβιάδης ἔπραξεν τί ἔπαθεν .
9.5 Ἐπὶ μὲν οὖν τῆς κωμῳδίας ἤδη τοῦτο δῆλον γέγονεν· συστήσαντες γὰρ τὸν μῦθον διὰ τῶν εἰκότων οὕτω τὰ τυχόντα ὀνόματα ἐπιτιθέασι , καὶ οὐχ ὥσπερ οἱ ἰαμβοποιοὶ περὶ τῶν καθ ̓ ἕκαστον ποιοῦσιν .
9.6 Ἐπὶ δὲ τῆς τραγῳδίας τῶν γενομένων ὀνομάτων ἀντέχονται . Αἴτιον δ ̓ ὅτι πιθανόν ἐστι τὸ δυνατόν· τὰ μὲν οὖν μὴ γενόμενα οὔπω πιστεύομεν εἶναι δυνατά , τὰ δὲ γενόμενα φανερὸν ὅτι δυνατά· οὐ γὰρ ἂν ἐγένετο , εἰ ἦν ἀδύνατα .