9.7 Οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς τραγῳδίαις ἐνίαις μὲν ἓν δύο τῶν γνωρίμων ἐστὶν ὀνομάτων , τὰ δὲ ἄλλα πεποιημένα , ἐν ἐνίαις δὲ οὐθέν , οἷον ἐν τῷ Ἀγάθωνος ἄνθει· ὁμοίως γὰρ ἐν τούτῳ τά τε πράγματα καὶ τὰ ὀνόματα πεποίηται , καὶ οὐδὲν ἧττον εὐφραίνει .
9.8 Ὥστ ̓ οὐ πάντως εἶναι ζητητέον τῶν παραδεδομένων μύθων , περὶ οὓς αἱ τραγῳδίαι εἰσίν , ἀντέχεσθαι . Καὶ γὰρ γελοῖον τοῦτο ζητεῖν , ἐπεὶ καὶ τὰ γνώριμα ὀλίγοις γνώριμά ἐστιν , ἀλλ ̓ ὅμως εὐφραίνει πάντας .
9.9 Δῆλον οὖν ἐκ τούτων ὅτι τὸν ποιητὴν μᾶλλον τῶν μύθων εἶναι δεῖ ποιητὴν τῶν μέτρων , ὅσῳ ποιητὴς κατὰ τὴν μίμησίν ἐστι , μιμεῖται δὲ τὰς πράξεις .
9.10 Κἂν ἄρα συμβῇ γενόμενα ποιεῖν , οὐθὲν ἧττον ποιητής ἐστιν· τῶν γὰρ γενομένων ἔνια οὐδὲν κωλύει τοιαῦτα εἶναι οἷα ἂν εἰκὸς γενέσθαι καὶ δυνατὰ γενέσθαι , καθ ̓ ἐκεῖνος αὐτῶν ποιητής ἐστιν .
9.11 Τῶν δὲ ἁπλῶν μύθων καὶ πράξεων αἱ ἐπεισοδιώδεις εἰσὶ χείρισται . Λέγω δ ̓ ἐπεισοδιώδη μῦθον , ἐν τὰ ἐπεισόδια μετ ̓ ἄλληλα οὔτ ̓ εἰκὸς οὔτ ̓ ἀνάγκη εἶναι . Τοιαῦται δὲ ποιοῦνται ὑπὸ μὲν τῶν φαύλων ποιητῶν δι ̓ αὐτούς , ὑπὸ δὲ τῶν ἀγαθῶν διὰ τοὺς ὑποκριτάς· ἀγωνίσματα γὰρ ποιοῦντες , καὶ παρὰ τὴν δύναμιν παρατείναντες μῦθον , πολλάκις διαστρέφειν ἀναγκάζονται τὸ ἐφεξῆς . Ἐπεὶ δὲ οὐ μόνον τελείας ἐστὶ πράξεως μίμησις ἀλλὰ καὶ φοβερῶν καὶ ἐλεεινῶν , ταῦτα δὲ γίνεται καὶ μάλιστα , καὶ μᾶλλον ὅταν γένηται παρὰ τὴν δόξαν , δι ̓ ἄλληλα·