9.12 τὸ γὰρ θαυμαστὸν οὕτως ἕξει μᾶλλον εἰ ἀπὸ τοῦ αὐτομάτου καὶ τῆς τύχης , ἐπεὶ καὶ τῶν ἀπὸ τύχης ταῦτα θαυμασιώτατα δοκεῖ , ὅσα ὥσπερ ἐπίτηδες φαίνεται γεγονέναι , οἷον ὡς ἀνδριὰς τοῦ Μίτυος ἐν Ἄργει ἀπέκτεινε τὸν αἴτιον τοῦ θανάτου τῷ Μίτυϊ , θεωροῦντι ἐμπεσών· ἔοικε γὰρ τὰ τοιαῦτα οὐκ εἰκῇ γενέσθαι ,
9.13 ὥστε ἀνάγκη τοὺς τοιούτους εἶναι καλλίους μύθους .