10.1 Εἰσὶ δὲ τῶν μύθων οἱ μὲν ἁπλοῖ οἱ δὲ πεπλεγμένοι· καὶ γὰρ αἱ πράξεις , ὧν μιμήσεις οἱ μῦθοί εἰσιν , ὑπάρχουσιν εὐθὺς οὖσαι τοιαῦται .
10.2 Λέγω δὲ ἁπλῆν μὲν πρᾶξιν , ἧς γινομένης , ὥσπερ ὥρισται , συνεχοῦς καὶ μιᾶς ἄνευ περιπετείας ἢ ἀναγνωρισμοῦ ἡ μετάβασις γίνεται ,
10.3 πεπλεγμένην δέ , ἐξ ἧς μετ ̓ ἀναγνωρισμοῦ ἢ περιπετείας ἢ ἀμφοῖν ἡ μετάβασίς ἐστιν .
10.4 Ταῦτα δὲ δεῖ γίνεσθαι ἐξ αὐτῆς τῆς συστάσεως τοῦ μύθου , ὥστε ἐκ τῶν προγεγενημένων συμβαίνειν ἢ ἐξ ἀνάγκης ἢ κατὰ τὸ εἰκὸς γίνεσθαι ταῦτα· διαφέρει γὰρ πολὺ τὸ γίνεσθαι τάδε διὰ τάδε ἢ μετὰ τάδε .