15.10 Χρὴ δὲ καὶ ἐν τοῖς ἤθεσιν , ὥσπερ καὶ ἐν τῇ τῶν πραγμάτων συστάσει , ἀεὶ ζητεῖν τὸ ἀναγκαῖον τὸ εἰκός , ὥστε τὸν τοιοῦτον τὰ τοιαῦτα λέγειν πράττειν ἀναγκαῖον εἰκός , καὶ τοῦτο μετὰ τοῦτο γίνεσθαι ἀναγκαῖον εἰκός . Φανερὸν οὖν ὅτι καὶ τὰς λύσεις τῶν μύθων ἐξ αὐτοῦ δεῖ τοῦ μύθου συμβαίνειν , καὶ μὴ ὥσπερ ἐν τῇ Μηδείᾳ ἀπὸ μηχανῆς καὶ ἐν τῇ Ἰλιάδι τὰ περὶ τὸν ἀπόπλουν· ἀλλὰ μηχανῇ χρηστέον ἐπὶ τὰ ἔξω τοῦ δράματος ὅσα πρὸ τοῦ γέγονεν , οὐχ οἷόν τε ἄνθρωπον εἰδέναι , ὅσα ὕστερον , δεῖται προαγορεύσεως καὶ ἀγγελίας· ἅπαντα γὰρ ἀποδίδομεν τοῖς θεοῖς ὁρᾶν . Ἄλογον δὲ μηδὲν εἶναι ἐν τοῖς πράγμασιν , εἰ δὲ μή , ἔξω τῆς τραγῳδίας , οἷον τὰ ἐν τῷ Οἰδίποδι τῷ Σοφοκλέους .
15.11 Ἐπεὶ δὲ μίμησίς ἐστιν τραγῳδία βελτιόνων , ἡμᾶς δεῖ μιμεῖσθαι τοὺς ἀγαθοὺς εἰκονογράφους· καὶ γὰρ ἐκεῖνοι ἀποδιδόντες τὴν ἰδίαν μορφήν , ὁμοίους ποιοῦντες , καλλίους γράφουσιν . Οὕτω καὶ τὸν ποιητὴν μιμούμενον καὶ ὀργίλους καὶ ῥᾳθύμους καὶ τἆλλα τὰ τοιαῦτα ἔχοντας ἐπὶ τῶν ἠθῶν , ἐπιεικείας ποιεῖν παράδειγμα σκληρότητος δεῖ , οἷον τὸν Ἀχιλλέα Ἀγάθων καὶ Ὅμηρος .
15.12 Ταῦτα δὴ δεῖ διατηρεῖν , καὶ πρὸς τούτοις τὰ παρὰ τὰς ἐξ ἀνάγκης ἀκολουθούσας αἰσθήσεις τῇ ποιητικῇ· καὶ γὰρ κατ ̓ αὐτὰς ἔστιν ἁμαρτάνειν πολλάκις . Εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς ἐκδεδομένοις λόγοις ἱκανῶς .