16.1 Ἀναγνώρισις δὲ τί μέν ἐστιν , εἴρηται πρότερον· εἴδη δὲ ἀναγνωρίσεως , πρώτη μὲν ἡ ἀτεχνοτάτη , καὶ ᾗ πλεῖστοι χρῶνται δι ̓ ἀπορίαν , ἡ διὰ τῶν σημείων .
16.2 Τούτων δὲ τὰ μὲν σύμφυτα , οἷον λόγχην ἣν φοροῦσι Γηγενεῖς
16.3 ἢ ἀστέρας οἵους ἐν τῷ Θυέστῃ Καρκίνος , τὰ δὲ ἐπίκτητα , καὶ τούτων τὰ μὲν ἐν τῷ σώματι , οἷον οὐλαί , τὰ δὲ ἐκτός , τὰ περιδέραια , καὶ οἷον ἐν τῇ Τυροῖ διὰ τῆς σκάφης .
16.4 Ἔστι δὲ καὶ τούτοις χρῆσθαι ἢ βέλτιον ἢ χεῖρον , οἷον Ὀδυσσεὺς διὰ τῆς οὐλῆς ἄλλως ἀνεγνωρίσθη ὑπὸ τῆς τροφοῦ καὶ ἄλλως ὑπὸ τῶν συβοτῶν·
16.5 εἰσὶ γὰρ αἱ μὲν πίστεως ἕνεκα ἀτεχνότεραι , καὶ αἱ τοιαῦται πᾶσαι , αἱ δὲ ἐκ περιπετείας , ὥσπερ ἡ ἐν τοῖς Νίπτροις , βελτίους .
16.6 Δεύτεραι δὲ αἱ πεποιημέναι ὑπὸ τοῦ ποιητοῦ , διὸ ἄτεχνοι· οἷον Ὀρέστης ἐν τῇ Ἰφιγενείᾳ ἀνεγνώρισε τὴν ἀδελφήν , ἀναγνωρισθεὶς ὑπ ̓ ἐκείνης· ἐκείνη μὲν γὰρ διὰ τῆς ἐπιστολῆς , ἐκεῖνος δὲ διὰ σημείων .
16.7 Ταῦτα οὖν αὐτὸς λέγει ἃ βούλεται ὁ ποιητής , ἀλλ ̓ οὐχ ὁ μῦθος . Διὸ ἐγγὺς τῆς εἰρημένης ἁμαρτίας ἐστίν· ἐξῆν γὰρ ἂν ἔνια καὶ ἐνεγκεῖν . Καὶ ἐν τῷ Σοφοκλέους Τηρεῖ ἡ τῆς κερκίδος φωνή .
16.8 Τρίτη δὲ ἡ διὰ μνήμης , τῷ αἰσθέσθαι τι ἰδόντα , ὥσπερ ἡ ἐν Κυπρίοις τοῖς Δικαιογένους , ἰδὼν γὰρ τὴν γραφὴν ἔκλαυσεν , καὶ ἡ ἐν Ἀλκίνου ἀπολόγῳ , ἀκούων γὰρ τοῦ κιθαριστοῦ καὶ μνησθεὶς ἐδάκρυσεν· ὅθεν ἀνεγνωρίσθησαν .