16.9 Τετάρτη δὲ ἡ ἐκ συλλογισμοῦ , οἷον ἐν Χοηφόροις , ὅτι ὅμοιός τις ἐλήλυθεν , ὅμοιος δὲ οὐθεὶς ἀλλ ̓ ἢ Ὀρέστης· οὗτος ἄρα ἐλήλυθεν . Καὶ ἡ Πολυείδου τοῦ σοφιστοῦ περὶ τῆς Ἰφιγενείας· εἰκὸς γὰρ τὸν Ὀρέστην συλλογίσασθαι ὅτι ἥ τ ̓ ἀδελφὴ ἐτύθη καὶ αὐτῷ συμβαίνει θύεσθαι . Καὶ ἡ ἐν τῷ τοῦ θεοδέκτου Τυδεῖ , ὅτι ἐλθὼν ὡς εὑρήσων υἱὸν αὐτὸς ἀπόλλυται . Καὶ ἡ ἐν τοῖς Φινείδαις· ἰδοῦσαι γὰρ τὸν τόπον συνελογίσαντο τὴν εἱμαρμένην , ὅτι ἐν τούτῳ εἵμαρτο ἀποθανεῖν αὐταῖς· καὶ γὰρ ἐξετέθησαν ἐνταῦθα .
16.10 Ἔστι δέ τις καὶ συνθετὴ ἐκ παραλογισμοῦ τοῦ θεάτρου , οἷον ἐν τῷ Ὀδυσσεῖ τῷ ψευδαγγέλῳ· τὸ μὲν γὰρ τόξον ἔφη γνώσεσθαι ὃ οὐχ ἑωράκει , ὁ δέ , ὡς δι ̓ ἐκείνου ἀναγνωριοῦντος , διὰ τούτου ἐποίησε παραλογισμόν .
16.11 Πασῶν δὲ βελτίστη ἀναγνώρισις ἡ ἐξ αὐτῶν τῶν πραγμάτων , τῆς ἐκπλήξεως γιγνομένης δι ̓ εἰκότων , οἷον ἡ ἐν τῷ Σοφοκλέους Οἰδίποδι καὶ τῇ Ἰφιγενείᾳ· εἰκὸς γὰρ βούλεσθαι ἐπιθεῖναι γράμματα . Αἱ γὰρ τοιαῦται μόναι ἄνευ τῶν πεποιημένων σημείων καὶ περιδεραίων .
16.12 Δεύτεραι δὲ αἱ ἐκ συλλογισμοῦ .