17.1 Δεῖ δὲ τοὺς μύθους συνιστάναι καὶ τῇ λέξει συναπεργάζεσθαι ὅτι μάλιστα πρὸ ὀμμάτων τιθέμενον· οὕτω γὰρ ἂν ἐναργέστατα ὁρῶν , ὥσπερ παρ ̓ αὐτοῖς γιγνόμενος τοῖς πραττομένοις , εὑρίσκοι τὸ πρέπον , καὶ ἥκιστ ̓ ἂν λανθάνοιτο τὰ ὑπεναντία .
17.2 Σημεῖον δὲ τούτου ἐπετιμᾶτο Καρκίνῳ· γὰρ Ἀμφιάραος ἐξ ἱεροῦ ἀνῄει , μὴ ὁρῶντα τὸν θεατὴν ἐλάνθανεν , ἐπὶ δὲ τῆς σκηνῆς ἐξέπεσε , δυσχερανάντων τοῦτο τῶν θεατῶν .
17.3 Ὅσα δὲ δυνατόν , καὶ τοῖς σχήμασι συναπεργαζόμενον . Πιθανώτατοι γὰρ ἀπὸ τῆς αὐτῆς φύσεως οἱ ἐν τοῖς πάθεσίν εἰσι , καὶ χειμαίνει χειμαζόμενος καὶ χαλεπαίνει ὀργιζόμενος ἀληθινώτατα .
17.4 Διὸ εὐφυοῦς ποιητική ἐστιν μανικοῦ· τούτων γὰρ οἱ μὲν εὔπλαστοι οἱ δὲ ἐξεταστικοί εἰσιν .
17.5 Τούς τε λόγους τοὺς πεποιημένους δεῖ καὶ αὐτὸν ποιοῦντα ἐκτίθεσθαι καθόλου , εἶθ ̓ οὕτως ἐπεισοδιοῦν καὶ παρατείνειν .
17.6 Λέγω δὲ οὕτως ἂν θεωρεῖσθαι τὸ καθόλου , οἷον τῆς Ἰφιγενείας . Τυθείσης τινὸς κόρης καὶ ἀφανισθείσης ἀδήλως τοῖς θύσασιν , ἱδρυνθείσης δὲ εἰς ἄλλην χώραν , ἐν νόμος ἦν τοὺς ξένους θύειν τῇ θεῷ , ταύτην ἔσχε τὴν ἱερωσύνην . Χρόνῳ δ ̓ ὕστερον τῷ ἀδελφῷ συνέβη ἐλθεῖν τῆς ἱερείας . Τὸ δὲ ὅτι ἀνεῖλεν θεὸς διά τιν ̓ αἰτίαν ἔξω τοῦ καθόλου ἐλθεῖν ἐκεῖ , καὶ ἐφ ̓ τι δέ , ἔξω τοῦ μύθου . Ἐλθὼν δὲ καὶ ληφθεὶς θύεσθαι μέλλων ἀνεγνώρισεν , εἴθ ̓ ὡς Εὐριπίδης εἴθ ̓ ὡς Πολύειδος ἐποίησεν , κατὰ τὸ εἰκὸς εἰπὼν ὅτι οὐκ ἄρα μόνον τὴν ἀδελφὴν ἀλλὰ καὶ αὐτὸν ἔδει τυθῆναι· καὶ ἐντεῦθεν σωτηρία .