17.7 Μετὰ ταῦτα δὲ ἤδη ὑποθέντα τὰ ὀνόματα ἐπεισοδιοῦν ,
17.8 ὅπως δὲ ἔσται οἰκεῖα τὰ ἐπεισόδια σκοπεῖν , οἷον ἐν τῷ Ὀρέστῃ μανία δι ̓ ἧς ἐλήφθη , καὶ σωτηρία διὰ τῆς καθάρσεως .
17.9 Ἐν μὲν οὖν τοῖς δράμασι τὰ ἐπεισόδια σύντομα , δ ̓ ἐποποιία τούτοις μηκύνεται .
17.10 Τῆς γὰρ Ὀδυσσείας μακρὸς λόγος ἐστίν , ἀποδημοῦντός τινος ἔτη πολλὰ καὶ παραφυλαττομένου ὑπὸ τοῦ Ποσειδῶνος καὶ μόνου ὄντος , ἔτι δὲ τῶν οἴκοι οὕτως ἐχόντων ὥστε τὰ χρήματα ὑπὸ μνηστήρων ἀναλίσκεσθαι καὶ τὸν υἱὸν ἐπιβουλεύεσθαι· αὐτὸς δὲ ἀφικνεῖται χειμασθείς , καὶ ἀναγνωρίσας τινὰς αὐτοῖς ἐπιθέμενος αὐτὸς μὲν ἐσώθη , τοὺς δ ̓ ἐχθροὺς διέφθειρεν .
17.11 Τὸ μὲν οὖν ἴδιον τοῦτο , τὰ δ ̓ ἄλλα ἐπεισόδια .