18.1 Ἔστι δὲ πάσης τραγῳδίας τὸ μὲν δέσις τὸ δὲ λύσις , τὰ μὲν ἔξωθεν καὶ ἔνια τῶν ἔσωθεν πολλάκις δέσις , τὸ δὲ λοιπὸν λύσις .
18.2 Λέγω δὲ δέσιν μὲν εἶναι τὴν ἀπ ̓ ἀρχῆς μέχρι τούτου τοῦ μέρους ἔσχατόν ἐστιν , ἐξ οὗ μεταβαίνει εἰς εὐτυχίαν , λύσιν δὲ τὴν ἀπὸ τῆς ἀρχῆς τῆς μεταβάσεως μέχρι τέλους ,
18.3 ὥσπερ ἐν τῷ Λυγκεῖ τῷ Θεοδέκτου δέσις μὲν τά τε προπεπραγμένα καὶ τοῦ παιδίου λῆψις , λύσις δ ̓ ἀπὸ τῆς αἰτιάσεως τοῦ θανάτου μέχρι τοῦ τέλους .
18.4 Τραγῳδίας δὲ εἴδη εἰσὶ τέσσαρα· τοσαῦτα γὰρ καὶ τὰ μέρη ἐλέχθη .
18.5 μὲν πεπλεγμένη , ἧς τὸ ὅλον ἐστὶ περιπέτεια καὶ ἀναγνώρισις·
18.6 δὲ παθητική , οἷον οἵ τε Αἴαντες καὶ οἱ Ἰξίονες·
18.7 δὲ ἠθική , οἷον αἱ Φθιώτιδες καὶ Πηλεύς·
18.8 τὸ δὲ τέταρτον , οἷον αἵ τε Φορκίδες καὶ Προμηθεὺς καὶ ὅσα ἐν ᾅδου .
18.9 Μάλιστα μὲν οὖν ἅπαντα δεῖ πειρᾶσθαι ἔχειν , εἰ δὲ μή , τὰ μέγιστα καὶ πλεῖστα , ἄλλως τε καὶ ὡς νῦν συκοφαντοῦσι τοὺς ποιητάς· γεγονότων γὰρ καθ ̓ ἕκαστον μέρος ἀγαθῶν ποιητῶν , ἕκαστον τοῦ ἰδίου ἀγαθοῦ ἀξιοῦσι τὸν ἕνα ὑπερβάλλειν .
18.10 Δίκαιον δὲ καὶ τραγῳδίαν ἄλλην καὶ τὴν αὐτὴν λέγειν οὐδὲν ἴσως τῷ μύθῳ . Τοῦτο δέ , ὧν αὐτὴ πλοκὴ καὶ λύσις .
18.11 Πολλοὶ δὲ πλέξαντες εὖ λύουσι κακῶς·
18.12 δεῖ δὲ ἄμφω ἀεὶ κροτεῖσθαι .