22.14 Ἔτι δὲ Ἀρειφράδης τοὺς τραγῳδοὺς ἐκωμῴδει , ὅτι οὐδεὶς ἂν εἴποι ἐν τῇ διαλέκτῳ , τούτοις χρῶνται , οἷον τὸ δωμάτων ἄπο ἀλλὰ μὴ ἀπὸ δωμάτων , καὶ τὸ σέθεν , καὶ τὸ ἐγὼ δέ νιν , καὶ τὸ Ἀχιλλέως πέρι ἀλλὰ μὴ περὶ Ἀχιλλέως , καὶ ὅσα ἄλλα τοιαῦτα .
22.15 Διὰ γὰρ τὸ μὴ εἶναι ἐν τοῖς κυρίοις ποιεῖ τὸ μὴ ἰδιωτικὸν ἐν τῇ λέξει ἅπαντα τὰ τοιαῦτα· ἐκεῖνος δὲ τοῦτο ἠγνόει .
22.16 Ἔστι δὲ μέγα μὲν τὸ ἑκάστῳ τῶν εἰρημένων πρέπόντως χρῆσθαι , καὶ διπλοῖς ὀνόμασι καὶ γλώτταις , πολὺ δὲ μέγιστον τὸ μεταφορικὸν εἶναι .
22.17 Μόνον γὰρ τοῦτο οὔτε παρ ̓ ἄλλου ἔστι λαβεῖν εὐφυΐας τε σημεῖόν ἐστιν· τὸ γὰρ εὖ μεταφέρειν τὸ τὸ ὅμοιον θεωρεῖν ἐστίν .
22.18 Τῶν δ ̓ ὀνομάτων τὰ μὲν διπλᾶ μάλιστα ἁρμόττει τοῖς διθυράμβοις , αἱ δὲ γλῶτται τοῖς ἡρωϊκοῖς , αἱ δὲ μεταφοραὶ τοῖς ἰαμβείοις .
22.19 Καὶ ἐν μὲν τοῖς ἡρωϊκοῖς ἅπαντα χρήσιμα τὰ εἰρημένα· ἐν δὲ τοῖς ἰαμβείοις , διὰ τὸ ὅτι μάλιστα λέξιν μιμεῖσθαι , ταῦτα ἁρμόττει τῶν ὀνομάτων ὅσοις κἂν ἐν λόγοις τις χρήσαιτο· ἔστι δὲ τὰ τοιαῦτα τὸ κύριον καὶ μεταφορὰ καὶ κόσμος .
22.20 Περὶ μὲν οὖν τραγῳδίας καὶ τῆς ἐν τῷ πράττειν μιμήσεως ἔστω ἡμῖν ἱκανὰ τὰ εἰρημένα .