25.22 Δεῖ δὲ καὶ ὅταν ὄνομά τι ὑπεναντίωμά τι δοκῇ σημαίνειν , ἐπισκοπεῖν ποσαχῶς ἂν σημήνειε τοῦτο ἐν τῷ εἰρημένῳ , οἷον τῇ ῥ ̓ ἔσχετο χάλκεον ἔγχος , τῷ ταύτῃ κωλυθῆναι .
25.23 Τὸ δὲ ποσαχῶς ἐνδέχεται ὡδί πως μάλιστ ̓ ἄν τις ὑπολάβοι κατὰ τὴν καταντικρὺ ὡς Γλαύκων λέγει , ὅτι ἔνιοι ἀλόγως προϋπολαμβάνουσι ,
25.24 καὶ αὐτοὶ καταψηφισάμενοι συλλογίζονται , καὶ ὡς εἰρηκότες ὅτι δοκεῖ ἐπιτιμῶσιν , ἂν ὑπεναντίον τῇ αὐτῶν οἰήσει .
25.25 Τοῦτο δὲ πέπονθε τὰ περὶ Ἰκάριον . Οἴονται γὰρ αὐτὸν Λάκωνα εἶναι· ἄτοπον οὖν τὸ μὴ ἐντυχεῖν τὸν Τηλέμαχον αὐτῷ εἰς Λακεδαίμονα ἐλθόντα . Τὸ δ ̓ ἴσως ἔχει ὥσπερ οἱ Κεφαλῆνές φασιν· παρ ̓ αὑτῶν γὰρ γῆμαι λέγουσι τὸν Ὀδυσσέα , καὶ εἶναι Ἰκάδιον ἀλλ ̓ οὐκ Ἰκάριον . Διαμάρτημα δὲ τὸ πρόβλημα εἰκός ἐστιν .
25.26 Ὅλως δὲ τὸ ἀδύνατον μὲν πρὸς τὴν ποίησιν πρὸς τὸ βέλτιον πρὸς τὴν δόξαν δεῖ ἀνάγειν .
25.27 Πρός τε γὰρ τὴν ποίησιν αἱρετώτερον πιθανὸν ἀδύνατον ἀπίθανον καὶ δυνατόν· τοιούτους δ ̓ εἶναι οἵους Ζεῦξις ἔγραφεν .
25.28 Ἀλλὰ καὶ πρὸς τὸ βέλτιον· τὸ γὰρ παράδειγμα δεῖ ὑπερέχειν πρὸς φασι τἄλογα .
25.29 Οὕτω τε καὶ ὅτι ποτὲ οὐκ ἄλογόν ἐστιν· εἰκὸς γὰρ καὶ παρὰ τὸ εἰκὸς γίνεσθαι .
25.30 Τὰ δ ̓ ὑπεναντία ὡς εἰρημένα οὕτω σκοπεῖν , ὥσπερ οἱ ἐν τοῖς λόγοις ἔλεγχοι , εἰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως , ὥστε καὶ αὐτὸν πρὸς αὐτὸς λέγει ἂν φρόνιμος ὑποθῆται .