25.31 Ὀρθὴ δ ̓ ἐπιτίμησις καὶ ἀλογία καὶ μοχθηρία , ὅταν μὴ ἀνάγκης οὔσης μηδὲν χρήσηται τῷ ἀλόγῳ , ὥσπερ Εὐριπίδης τῷ Αἰγεῖ , ἢ τῇ πονηρίᾳ , ὥσπερ ἐν Ὀρέστῃ τοῦ Μενελάου .
25.32 τὰ μὲν οὖν ἐπιτιμήματα ἐκ πέντε εἰδῶν φέρουσιν· ἢ γὰρ ὡς ἀδύνατα ἢ ὡς ἄλογα ἢ ὡς βλαβερὰ ἢ ὡς ὑπεναντία ἢ ὡς παρὰ τὴν ὀρθότητα τὴν κατὰ τέχνην· αἱ δὲ λύσεις ἐκ τῶν εἰρημένων ἀριθμῶν σκεπτέαι , εἰσὶ δὲ δώδεκα .