1.2.4 λογον , ἀπελθὼν ἀπήγξατο . ἁπλῶς ἐὰν προσέχωμεν , ὑπʹ οὐδενὸς οὕτως εὑρήσομεν τὸ ζῷον θλιβόμενον ὡς ὑπὸ τοῦ ἀλόγου καὶ πάλιν ἐπʹ οὐδὲν οὕτως ἑλκόμενον ὡς ἐπὶ τὸ εὔλογον .
1.2.5 ἄλλῳ δʹ ἄλλο προσπίπτει τὸ εὔλογον καὶ ἄλογον , καθάπερ καὶ ἀγαθὸν καὶ κακὸν ἄλλο ἄλλῳ καὶ συμφέρον καὶ ἀσύμφορον .
1.2.6 διὰ τοῦτο μάλιστα παιδείας δεόμεθα , ὥστε μαθεῖν τοῦ εὐλόγου καὶ ἀλόγου πρόληψιν ταῖς ἐπὶ μέρους οὐσίαις ἐφαρμόζειν συμφώνως τῇ φύσει .
1.2.7 εἰς δὲ τὴν τοῦ εὐλόγου καὶ ἀλόγου κρίσιν οὐ μόνον ταῖς τῶν ἐκτὸς ἀξίαις συγχρώμεθα , ἀλλὰ καὶ τῶν κατὰ τὸ πρόσωπον ἑαυτοῦ ἕκαστος .
1.2.8 τῷ γάρ τινι εὔλογον τὸ ἀμίδα παρακρατεῖν αὐτὸ μόνον βλέποντι , ὅτι μὴ παρακρατήσας μὲν πληγὰς λήψεται καὶ τροφὰς οὐ λήψεται , παρακρατήσας δʹ οὐ πείσεταί τι τραχὺ ἀνιαρόν ·
1.2.9 ἄλλῳ δέ τινι οὐ μόνον τὸ αὐτὸν παρακρατῆσαι ἀφόρητον δοκεῖ , ἀλλὰ καὶ τὸ ἄλλου παρακρατοῦντος ἀνασχέσθαι .
1.2.10 ἂν οὖν μου πυνθάνῃ παρακρατήσω τὴν ἀμίδα μή ; , ἐρῶ σοι ὅτι μείζονα ἀξίαν ἔχει τὸ λαβεῖν τροφὰς τοῦ μὴ λαβεῖν καὶ μείζονα ἀπαξίαν τὸ δαρῆναι τοῦ μὴ δαρῆναι · ὥστʹ εἰ τούτοις παραμετρεῖς τὰ σαυτοῦ , ἀπελθὼν παρακράτει .
1.2.11 ἀλλʹ οὐκ ἂν κατʹ ἐμέ . τοῦτο σὲ δεῖ συνεισφέρειν εἰς τὴν σκέψιν , οὐκ ἐμέ . σὺ γὰρ εἶ σαυτὸν εἰδώς , πόσου ἄξιος εἶ σεαυτῷ καὶ πόσου σεαυτὸν πιπράσκεις · ἄλλοι γὰρ ἄλλων πιπράσκουσιν .
1.2.12 διὰ τοῦτο Ἀγριππῖνος Φλώρῳ σκεπτομένῳ , εἰ καταβατέον αὐτῷ ἐστιν εἰς Νέρωνος θεωρίας , ὥστε καὶ αὐτόν τι λειτουργῆσαι , ἔφη