1.3.head πῶς ἄν τις ἀπὸ τοῦ τὸν θεὸν πατέρα εἶναι τῶν ἀνθρώπων ἐπὶ τὰ ἑξῆς ἐπέλθοι .
1.3.1 εἴ τις τῷ δόγματι τούτῳ συμπαθῆσαι κατʹ ἀξίαν δύναιτο , ὅτι γεγόναμεν ὑπὸ τοῦ θεοῦ πάντες προηγουμένως καὶ θεὸς πατήρ ἐστι τῶν τʹ ἀνθρώπων καὶ τῶν θεῶν , οἶμαι ὅτι οὐδὲν ἀγεννὲς οὐδὲ ταπεινὸν ἐνθυμηθήσεται περὶ ἑαυτοῦ .
1.3.2 ἀλλʹ ἂν μὲν Καῖσαρ εἰσποιήσηταί σε , οὐδείς σου τὴν ὀφρῦν βαστάσει · ἂν δὲ γνῷς , ὅτι τοῦ Διὸς υἱὸς εἶ , οὐκ ἐπαρθήσῃ ;
1.3.3 νῦν δʹ οὐ ποιοῦμεν , ἀλλʹ ἐπειδὴ δύο ταῦτα ἐν τῇ γενέσει ἡμῶν ἐγκαταμέμικται , τὸ σῶμα μὲν κοινὸν πρὸς τὰ ζῷα , λόγος δὲ καὶ γνώμη κοινὸν πρὸς τοὺς θεούς , ἄλλοι μὲν ἐπὶ ταύτην ἀποκλίνουσιν τὴν συγγένειαν τὴν ἀτυχῆ καὶ νεκράν , ὀλίγοι δέ τινες ἐπὶ τὴν θείαν καὶ μακαρίαν .
1.3.4 ἐπειδὴ τοίνυν ἀνάγκη πάνθʹ ὁντινοῦν οὕτως ἑκάστῳ χρῆσθαι ὡς ἂν περὶ αὐτοῦ ὑπολάβῃ , ἐκεῖνοι μὲν οἱ ὀλίγοι , ὅσοι πρὸς πίστιν οἴονται γεγονέναι καὶ πρὸς αἰδῶ καὶ πρὸς ἀσφάλειαν τῆς χρήσεως τῶν φαντασιῶν , οὐδὲν ταπεινὸν οὐδʹ ἀγεννὲς ἐνθυμοῦνται περὶ αὑτῶν , οἱ δὲ πολλοὶ τἀναντία .
1.3.5 τί γὰρ εἰμί ; ταλαίπωρον ἀνθρωπάριον καὶ
1.3.6 τὰ δύστηνά μου σαρκίδια . τῷ μὲν ὄντι δύστηνα , ἀλλὰ ἔχεις τι καὶ κρεῖσσον τῶν σαρκιδίων . τί οὖν ἀφεὶς ἐκεῖνο τούτοις προστέτηκας ;