1.4.23 τοῦτο γὰρ ἐφʹ ἀποδεδήμηκεν οὐδέν ἐστιν · ἀλλʹ ἐκεῖνο , μελετᾶν ἐξελεῖν τοῦ αὑτοῦ βίου πένθη καὶ οἰμωγὰς καὶ τὸ οἴμοι καὶ τὸ τάλας ἐγὼ καὶ δυστυχίαν καὶ ἀτυχίαν καὶ μαθεῖν ,
1.4.24 τί ἐστι θάνατος , τί φυγή , τί δεσμωτήριον , τί νοσκώνειον , ἵνα δύνηται λέγειν ἐν τῇ φυλακῇ φίλε Κρίτων , εἰ ταύτῃ τοῖς θεοῖς φίλον , ταύτῃ γινέσθω καὶ μὴ ἐκεῖνα τάλας ἐγώ , γέρων ἄνθρωπος , ἐπὶ ταῦτά μου τὰς πολιὰς ἐτήρησα .
1.4.25 τίς λέγει ταῦτα ; δοκεῖτε ὅτι ὑμῖν ἄδοξόν τινα ἐρῶ καὶ ταπεινόν ; Πρίαμος αὐτὰ οὐ λέγει ; Οἰδίπους οὐ λέγει ; ἀλλʹ ὁπόσοι βασιλεῖς λέγουσιν ;
1.4.26 τί γάρ εἰσιν ἄλλο τραγῳδίαι ἀνθρώπων πάθη τεθαυμακότων τὰ ἐκτὸς διὰ μέτρου τοιοῦδʹ ἐπιδεικνύμενα ;
1.4.27 εἰ γὰρ ἐξαπατηθέντα τινὰ ἔδει μαθεῖν , ὅτι τῶν ἐκτὸς καὶ ἀπροαιρέτων οὐδέν ἐστι πρὸς ἡμᾶς , ἐγὼ μὲν ἤθελον τὴν ἀπάτην ταύτην , ἐξ ἧς ἤμελλον εὐρόως καὶ ἀταράχως βιώσεσθαι , ὑμεῖς δʹ ὄψεσθʹ αὐτοὶ τί θέλετε .
1.4.28 τί οὖν ἡμῖν παρέχει Χρύσιππος ; ἵνα γνῷς , φησίν , ὅτι οὐ ψευδῆ ταῦτά ἐστιν , ἐξ ὧν εὔροιά ἐστι καὶ ἀπάθεια ἀπαντᾷ ,
1.4.29 λάβε μου τὰ βιβλία καὶ γνώσῃ ὡς τε καὶ σύμφωνά ἐστι τῇ φύσει τὰ ἀπαθῆ με ποιοῦντα . μεγάλης εὐτυχίας , μεγάλου εὐεργέτου τοῦ δεικνύοντος τὴν ὁδόν .
1.4.30 εἶτα Τριπτολέμῳ μὲν ἱερὰ καὶ βωμοὺς πάντες ἄνθρωποι ἀνεστάκασιν ,