1.6.6 — τί δʹ , εἰ καὶ ἀμφότερα ταῦτα πεποιήκει , φῶς δὲ μὴ πεποιήκει ; — οὐδʹ οὕτως τι ὄφελος . — τίς οὖν ὁ ἁρμόσας τοῦτο πρὸς ἐκεῖνο κἀκεῖνο πρὸς τοῦτο ; τίς δʹ ὁ ἁρμόσας τὴν μάχαιραν πρὸς τὸ κολεὸν καὶ τὸ κολεὸν πρὸς τὴν μάχαιραν ;
1.6.7 οὐδείς ; καὶ μὴν ἐξ αὐτῆς τῆς κατασκευῆς τῶν ἐπιτετελεσμένων ἀποφαίνεσθαι εἰώθαμεν , ὅτι τεχνίτου τινὸς πάντως τὸ ἔργον , οὐχὶ δʹ εἰκῇ κατεσκευασμένον .
1.6.8 ἆρʹ οὖν τούτων μὲν ἕκαστον ἐμφαίνει τὸν τεχνίτην , τὰ δʹ ὁρατὰ καὶ ὅρασεις καὶ φῶς οὐκ ἐμφαίνει ;
1.6.9 τὸ δʹ ἄρρεν καὶ τὸ θῆλυ καὶ ἡ προθυμία ἡ πρὸς τὴν συνουσίαν ἑκατέρου καὶ δύναμις ἡ χρηστικὴ τοῖς μορίοις τοῖς κατεσκευασμένοις οὐδὲ ταῦτα ἐμφαίνει τὸν τεχνίτην ;
1.6.10 ἀλλὰ ταῦτα μέν · ἡ δὲ τοιαύτη τῆς διανοίας κατασκευή , καθʹ ἣν οὐχ ἁπλῶς ὑποπίπτοντες τοῖς αἰσθητοῖς τυπούμεθα ὑπʹ αὐτῶν , ἀλλὰ καὶ ἐκλαμβάνομέν τι καὶ ἀφαιροῦμεν καὶ προστίθεμεν καὶ συντίθεμεν τάδε τινὰ διʹ αὐτῶν καὶ νὴ Δία μεταβαίνομεν ἀπʹ ἄλλων ἐπʹ ἄλλα τινὰ οὕτω πως παρακείμενα , οὐδὲ ταῦτα ἱκανὰ κινῆσαί τινας καὶ διατρέψαι πρὸς τὸ ἀπολιπεῖν τὸν τεχνίτην ;
1.6.11 ἢ ἐξηγησάσθωσαν ἡμῖν τί τὸ ποιοῦν ἐστιν ἕκαστον τούτων ἢ πῶς οἷόν τε τὰ οὕτω θαυμαστὰ καὶ τεχνικὰ εἰκῇ καὶ ἀπὸ ταὐτομάτου γίνεσθαι .
1.6.12 τί οὖν ; ἐφʹ ἡμῶν μόνων γίνεται ταῦτα ; πολλὰ μὲν ἐπὶ μόνων , ὧν ἐξαιρέτως χρείαν εἶχεν τὸ λογικὸν ζῷον , πολλὰ δὲ κοινὰ εὑρήσεις ἡμῖν καὶ πρὸς τὰ ἄλογα .