1.6.32 καὶ πόσῳ κρεῖττον ἀπομύξασθαί σε ἐγκαλεῖν ; τί οἴει ὅτι Ἡρακλῆς ἂν ἀπέβη , εἰ μὴ λέων τοιοῦτος ἐγένετο καὶ ὕδρα καὶ ἔλαφρος καὶ σῦς καὶ ἄδικοί τινες ἄνθρωποι καὶ θηριώδεις , οὓς ἐκεῖνος ἐξήλαυνεν καὶ ἐκάθαιρεν ;
1.6.33 καὶ τί ἂν ἐποίει μηδενὸς τοιούτου γεγονότος ; δῆλον ὅτι ἐντετυλιγμένος ἂν ἐκάθευδεν ; οὐκοῦν πρῶτον μὲν οὐκ ἂν ἐγένετο Ἡρακλῆς ἐν τρυφῇ τοιαύτῃ καὶ ἡσυχίᾳ νυστάζων ὅλον τὸν βίον · εἰ δʹ ἄρα καὶ ἐγένετο , τί ὄφελος αὐτοῦ ;
1.6.34 τίς δὲ χρῆσις τῶν βραχιόνων τῶν ἐκείνου καὶ τῆς ἄλλης ἀλκῆς καὶ καρτερίας καὶ γενναιότητος , εἰ μὴ τοιαῦταί τινες αὐτὸν περιστάσεις καὶ ὗλαι διέσεισαν καὶ ἐγύμνασαν ;
1.6.35 τί οὖν ; αὑτῷ ταύτας ἔδει κατασκευάζειν καὶ ζητεῖν ποθεν λέοντα εἰσαγαγεῖν εἰς τὴν χώραν τὴν αὑτοῦ καὶ σῦν καὶ ὕδραν ;
1.6.36 μωρία τοῦτο καὶ μανία . γενόμενα δὲ καὶ εὑρεθέντα εὔχρηστα ἦν πρὸς τὸ δεῖξαι καὶ γυμνάσαι τὸν Ἡρακλέα .
1.6.37 ἄγε οὖν καὶ σὺ τούτων αἰσθόμενος ἀπόβλεψον εἰς τὰς δυνάμεις ἃς ἔχεις καὶ ἀπιδὼν εἰπὲ φέρε νῦν , Ζεῦ , ἣν θέλεις περίστασιν · ἔχω γὰρ παρασκευὴν ἐκ σοῦ μοι δεδομένην καὶ ἀφορμὰς πρὸς τὸ κοσμῆσαι διὰ τῶν ἀποβαινόντων ἐμαυτόν
1.6.38 οὔ · ἀλλὰ κάθησθε τὰ μὲν μὴ συμβῇ τρέμοντες , τῶν δὲ συμβαινόντων ὀδυρόμενοι καὶ πενθοῦντες καὶ στένοντες · εἶτα τοῖς θεοῖς ἐγκαλεῖτε .
1.6.39 τί γάρ ἐστιν ἄλλο ἀκόλουθον τῇ τοιαύτῃ ἀγεννείᾳ καὶ ἀσέβεια ;