1.6.40 καίτοι γε θεὸς οὐ μόνον ἔδωκεν ἡμῖν τὰς δυνάμεις ταύτας , καθʹ ἃς οἴσομεν πᾶν τὸ ἀποβαῖνον μὴ ταπεινούμενοι μηδὲ συγκλώμενοι ὑπʹ αὐτοῦ , ἀλλʹ ἦν ἀγαθοῦ βασιλέως καὶ ταῖς ἀληθείαις πατρός , ἀκώλυτον τοῦτο ἔδωκεν , ἀνανάγκαστον , ἀπαραπόδιστον , ὅλον αὐτὸ ἐφʹ ἡμῖν ἐποίησεν οὐδʹ αὑτῷ τινα πρὸς τοῦτο ἰσχὺν ἀπολιπών , ὥστε κωλῦσαι ἐμποδίσαι .
1.6.41 ταῦτα ἔχοντες ἐλεύθερα καὶ ὑμέτερα μὴ χρῆσθε αὐτοῖς μηδʹ αἰσθάνεσθε τίνα εἰλήφατε καὶ παρὰ τίνος ,
1.6.42 ἀλλὰ κάθησθε πενθοῦντες καὶ στένοντες οἱ μὲν πρὸς αὐτὸν τὸν δόντα ἀποτετυφλωμένοι μηδʹ ἐπιγινώσκοντες τὸν εὐεργέτην , οἱ δʹ ὑπʹ ἀγεννείας εἰς μέμψεις καὶ τὰ ἐγκλήματα τῷ θεῷ ἐκτρεπόμενοι .
1.6.43 καίτοι πρὸς μεγαλοψυχίαν μὲν καὶ ἀνδρείαν ἐγὼ σοὶ δείξω ὅτι ἀφορμὰς καὶ παρασκευὴν ἔχεις , πρὸς δὲ τὸ μέμφεσθαι καὶ ἐγκαλεῖν ποίας ἀφορμὰς ἔχεις σὺ δʹ ἐμοὶ δείκνυε .
1.7.head περὶ τῆς χρείας τῶν μεταπιπτόντων καὶ ὑποθετικῶν καὶ τῶν ὁμοίων .
1.7.1 περὶ τοὺς μεταπίπτοντας καὶ ὑποθετικούς , ἔτι δὲ ἠρωτῆσθαι περαίνοντας καὶ πάντας ἁπλῶς τοὺς τοιούτους λόγους πραγματεία λανθάνει τοὺς πολλοὺς περὶ καθήκοντος οὖσα .
1.7.2 ζητοῦμεν γὰρ ἐπὶ πάσης ὕλης πῶς ἂν εὕροοι καλὸς καὶ ἀγαθὸς τὴν διέξοδον καὶ ἀναστροφὴν τὴν ἐν αὐτῇ καθήκουσαν .
1.7.3 οὐκοῦν τοῦτο λεγέτωσαν , ὅτι οὐ συγκαθήσει εἰς ἐρώτησιν καὶ ἀπόκρισιν σπουδαῖος ὅτι συγκαθεὶς οὐκ ἐπιμελήσεται τοῦ μὴ εἰκῇ μηδʹ ὡς ἔτυχεν ἐν ἐρωτήσει καὶ ἀποκρίσει ἀναστρέφεσθαι ,
1.7.4 μἢ τούτων μηδέτερον προσδεχομένοις ἀναγκαῖον ὁμολογεῖν , ὅτι ἐπίσκεψίν τινα ποιητέον τῶν τόπων τούτων , περὶ οὓς μάλιστα στρέφεται ἐρώτησις καὶ ἀπόκρισις .