1.7.5 τί γὰρ ἐπαγγέλλεται ἐν λόγῳ ; τἀληθῆ τιθέναι , τὰ ψευδῆ αἴρειν , πρὸς τὰ ἄδηλα ἐπέχειν .
1.7.6 ἆρʹ οὖν ἀρκεῖ τοῦτο μόνον μαθεῖν ; ἀρκεῖ , φησίν . οὐκοῦν καὶ τῷ βουλομένῳ ἐν χρήσει νομίσματος μὴ διαπίπτειν ἀρκεῖ τοῦτο ἀκοῦσαι , διὰ τί τὰς μὲν δοκίμους δραχμὰς παραδέχῃ , τὰς δʹ ἀδοκίμους ἀποδοκιμάζεις ;
1.7.7 οὐκ ἀρκεῖ . τί οὖν δεῖ τούτῳ προσλαβεῖν ; τί γὰρ ἄλλο δύναμιν δοκιμαστικήν τε καὶ διακριτικὴν τῶν δοκίμων τε καὶ ἀδοκίμων δραχμῶν ; οὐκοῦν καὶ ἐπὶ λόγου οὐκ ἀρκεῖ τὸ λεχθέν ,
1.7.8 ἀλλʹ ἀνάγκη δοκιμαστικὸν γενέσθαι καὶ διακριτικὸν τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους καὶ τοῦ ἀδήλου ;
1.7.9 ἀνάγκη . ἐπὶ τούτοις τί παραγγέλλεται ἐν λόγῳ ; τὸ ἀκόλουθον τοῖς δοθεῖσιν ὑπὸ σοῦ καλῶς παραδέχου .
1.7.10 ἄγε ἀρκεῖ οὖν κἀνταῦθα γνῶναι τοῦτο ; οὐκ ἀρκεῖ , δεῖ δὲ μαθεῖν πῶς τί τισιν ἀκόλουθον γίνεται καὶ ποτὲ μὲν ἓν ἑνὶ ἀκολουθεῖ , ποτὲ δὲ πλείοσιν κοινῇ .
1.7.11 μή ποτε οὖν καὶ τοῦτο ἀνάγκη προσλαβεῖν τὸν μέλλοντα ἐν λόγῳ συνετῶς ἀναστραφήσεσθαι καὶ αὐτόν τʹ ἀποδείξειν ἕκαστα ἀποδόντα καὶ τοῖς ἀποδεικνύουσι παρακολουθήσειν μηδʹ ὑπὸ τῶν σοφιζομένων διαπλανηθήσεσθαι ὡς ἀποδεικνυόντων ;
1.7.12 οὐκοῦν ἐλήλυθεν ἡμῖν περὶ τῶν συναγόντων λόγων καὶ τρόπων πραγματεία καὶ γυμνασία καὶ ἀναγκαία πέφηνεν .
1.7.13 ἀλλὰ δὴ ἔστιν ἐφʹ ὧν δεδώκαμεν ὑγιῶς τὰ λήμματα καὶ συμβαίνει τουτὶ ἐξ αὐτῶν · ψεῦδος δὲ ὂν οὐδὲν ἧττον συμβαίνει .
1.7.14 τί οὖν μοι καθήκει ποιεῖν ; προσδέχεσθαι τὸ ψεῦδος ;