1.7.24 περὶ τίνος ἡ σκέψις ; περὶ καθήκοντος . παραχωρήσαντι δὲ μενετέον εἰς ἅπαν ἐπὶ τῆς τηρήσεως ἢ ἔστιν ὅτε ἀποστατέον , τὰ δʹ ἀκόλουθα προσδεκτέον καὶ τὰ μαχόμενα οὐ προσδεκτέον ;
1.7.25 — ναί . — ἀλλὰ λέγει τις ὅτι ποιήσω σε δυνατοῦ δεξάμενον ὑπόθεσιν ἐπʹ ἀδύνατον ἀπαχθῆναι . πρὸς τοῦτον οὐ συγκαθήσει ὁ φρόνιμος , ἀλλὰ φεύξεται ἐξέτασιν καὶ κοινολογίαν ;
1.7.26 καὶ τίς ἔτι ἄλλος ἐστὶ λόγῳ χρηστικὸς καὶ δεινὸς ἐρωτήσει καὶ ἀποκρίσει καὶ νὴ Δία ἀνεξαπάτητός τε καὶ ἀσόφιστος ;
1.7.27 ἀλλὰ συγκαθήσει μέν , οὐκ ἐπιστραφήσεται δὲ τοῦ μὴ εἰκῇ καὶ ὡς ἔτυχεν ἀναστρέφεσθαι ἐν λόγῳ ; καὶ πῶς ἔτι ἔσται τοιοῦτος οἷον αὐτὸν ἐπινοοῦμεν ;
1.7.28 ἀλλʹ ἄνευ τινὸς τοιαύτης γυμνασίας καὶ παρασκευῆς φυλάττειν οἷός τʹ ἐστὶ τὸ ἑξῆς ;
1.7.29 τοῦτο δεικνύτωσαν καὶ παρέλκει τὰ θεωρήματα ταῦτα πάντα , ἄτοπα ἦν καὶ ἀνακόλουθα τῇ προλήψει τοῦ σπουδαίου .
1.7.30 τί ἔτι ἀργοὶ καὶ ῥᾴθυμοι καὶ νωθροί ἐσμεν καὶ προφάσεις ζητοῦμεν , καθʹ ἃς οὐ πονήσομεν οὐδʹ ἀγρυπνήσομεν ἐξεργαζόμενοι τὸν αὑτῶν λόγον ;
1.7.31 — ἂν οὖν ἐν τούτοις πλανηθῶ , μή τι τὸν πατέρα ἀπέκτεινα ; — ἀνδράποδον , ποῦ γὰρ ἐνθάδε πατὴρ ἦν , ἵνʹ αὐτὸν ἀποκτείνῃς ; τί οὖν ἐποίησας ; ὃ μόνον ἦν κατὰ τὸν τόπον ἁμάρτημα , τοῦτο ἡμάρτηκας .
1.7.32 ἐπεί τοι τοῦτʹ αὐτὸ καὶ ἐγὼ Ῥούφῳ εἶπον ἐπιτιμῶντί μοι ὅτι τὸ παραλειπόμενον ἓν ἐν συλλογισμῷ τινι οὐχ εὕρισκον . οὐχ οἷον μέν , φημί , εἰ τὸ Καπιτώλιον κατέκαυσα , ὁ δʹ ἀνδράποδον , ἔφη ,