1.7.33 ἐνθάδε τὸ παραλειπόμενον Καπιτώλιόν ἐστιν . ταῦτα μόνα ἁμαρτήματά ἐστι τὸ Καπιτώλιον ἐμπρῆσαι καὶ τὸν πατέρα ἀποκτεῖναι , τὸ δʹ εἰκῇ καὶ μάτην καὶ ὡς ἔτυχεν χρῆσθαι ταῖς φαντασίαις ταῖς αὑτοῦ καὶ μὴ παρακολουθεῖν λόγῳ μηδʹ ἀποδείξει μηδὲ σοφίσματι μηδʹ ἁπλῶς βλέπειν τὸ καθʹ αὑτὸν καὶ οὐ καθʹ αὑτὸν ἐν ἐρωτήσει καὶ ἀποκρίσει , τούτων δʹ οὐδέν ἐστιν ἁμάρτημα ;
1.8.head ὅτι αἱ δυνάμεις τοῖς ἀπαιδεύτοις οὐκ ἀσφαλεῖς .
1.8.1 καθʹ ὅσους τρόπους μεταλαμβάνειν ἔστι τὰ ἰσοδυναμοῦντα ἀλλήλοις , κατὰ τοσούτους καὶ τὰ εἴδη τῶν ἐπιχειρημάτων τε καὶ ἐνθυμημάτων ἐν τοῖς λόγοις ἐκποιεῖ μεταλαμβάνειν .
1.8.2 οἷον φέρε τὸν τρόπον τοῦτον · εἰ ἐδανείσω καὶ μὴ ἀπέδωκας , ὀφείλεις μοι τὸ ἀργύριον · οὐχὶ ἐδανείσω μὲν καὶ οὐκ ἀπέδωκας · οὐ μὴν ὀφείλεις μοι τὸ ἀργύριον .
1.8.3 καὶ τοῦτο οὐδενὶ μᾶλλον προσήκει τῷ φιλοσόφῳ ἐμπείρως ποιεῖν . εἴπερ γὰρ ἀτελὴς συλλογισμός ἐστι τὸ ἐνθύμημα , δῆλον ὅτι περὶ τὸν τέλειον συλλογισμὸν γεγυμνασμένος οὗτος ἂν ἱκανὸς εἴη καὶ περὶ τὸν ἀτελῆ οὐδὲν ἧττον .
1.8.4 τί ποτʹ οὖν οὐ γυμνάζομεν αὑτούς τε καὶ ἀλλήλους τὸν τρόπον τοῦτον ;
1.8.5 ὅτι νῦν καίτοι μὴ γυμναζόμενοι περὶ ταῦτα μηδʹ ἀπὸ τῆς ἐπιμελείας τοῦ ἤθους ὑπό γε ἐμοῦ περισπώμενοι ὅμως οὐδὲν ἐπιδίδομεν εἰς καλοκἀγαθίαν .
1.8.6 τί οὖν χρὴ προσδοκᾶν , εἰ καὶ ταύτην τὴν ἀσχολίαν προσλάβοιμεν ; καὶ μάλισθʹ , ὅτι οὐ μόνον ἀσχολία τις ἀπὸ τῶν ἀναγκαιοτέρων αὐτὴ προσγένοιτʹ ἄν , ἀλλὰ καὶ οἰήσεως ἀφορμὴ καὶ τύφου οὐχ τυχοῦσα .