1.9.27 ἐμέ τις ἠξίωκεν ὑπὲρ αὐτοῦ γράψαι εἰς τὴν Ῥώμην ὡς ἐδόκει τοῖς πολλοῖς ἠτυχηκὼς καὶ πρότερον μὲν ἐπιφανὴς ὢν καὶ πλούσιος , ὕστερον δʹ ἐκπεπτωκὼς ἁπάντων καὶ διάγων ἐνταῦθα .
1.9.28 κἀγὼ ἔγραψα ὑπὲρ αὐτοῦ ταπεινῶς . δʹ ἀναγνοὺς τὴν ἐπιστολὴν ἀπέδωκέν μοι αὐτὴν καὶ ἔφη ὅτι ἐγὼ βοηθηθῆναί τι ὑπὸ σοῦ ἤθελον , οὐχὶ ἐλεηθῆναι · κακὸν δέ μοι οὐθέν ἐστιν . οὕτως καὶ Ῥοῦφος πειράζων μʹ εἰώθει λέγειν
1.9.29 συμβήσεταί σοι τοῦτο καὶ τοῦτο ὑπὸ τοῦ δεσπότου .
1.9.30 κἀμοῦ πρὸς αὐτὸν ἀποκριναμένου ὅτι ἀνθρώπινα τί οὖν ἔτι ἐκεῖνον παρακαλῶ παρὰ σοῦ αὐτὰ λαβεῖν δυνάμενος ; τῷ γὰρ ὄντι ,
1.9.31 ἐξ αὑτοῦ τις ἔχει , περισσὸς καὶ μάταιος παρʹ ἄλλου λαμβάνων .
1.9.32 ἐγὼ οὖν ἔχων ἐξ ἐμαυτοῦ λαβεῖν τὸ μεγαλόψυχον καὶ γενναῖον , ἀγρὸν παρὰ σοῦ λάβω καὶ ἀργύριον ἀρχήν τινα ; μὴ γένοιτο . οὐχ οὕτως ἀναίσθητος ἔσομαι τῶν ἐμῶν κτημάτων .
1.9.33 ἀλλʹ ὅταν τις δειλὸς καὶ ταπεινός , ὑπὲρ τούτου τί ἄλλο ἀνάγκη γράφειν ἐπιστολὰς ὡς ὑπὲρ νεκροῦ τὸ πτῶμα ἡμῖν χάρισαι τοῦ δεῖνος καὶ ξέστην αἱματίου ;
1.9.34 τῷ γὰρ ὄντι πτῶμα τοιοῦτός ἐστι καὶ ξέστης αἱματίου , πλέον δʹ οὐδέν . εἰ δʹ ἦν πλέον τι , ᾐσθάνετʹ ἄν , ὅτι ἄλλος διʹ ἄλλον οὐ δυστυχεῖ .
1.10.head πρὸς τοὺς περὶ τὰς ἐν Ῥώμῃ προαγωγὰς ἐσπουδακότας .
1.10.1 εἰ οὕτως σφοδρῶς συνετετάγμεθα περὶ τὸ ἔργον τὸ ἑαυτῶν ὡς οἱ ἐν Ῥώμῃ γέροντες περὶ ἐσπουδάκασιν , τάχα ἄν τι ἠνύομεν καὶ αὐτοί .