1.29.31 οὐ γὰρ ἀρκεῖ τὸ αὐτὸν πείθεσθαι ; τοῖς γὰρ παιδίοις , ὅταν προσελθόντα κροτῇ καὶ λέγῃ σήμερον Σατορνάλια ἀγαθά , λέγομεν οὐκ ἔστιν ἀγαθὰ ταῦτα ; οὐδαμῶς · ἀλλὰ καὶ αὐτοὶ ἐπικροτοῦμεν .
1.29.32 καὶ σὺ τοίνυν , ὅταν μεταπεῖσαί τινα μὴ δύνῃ , γίγνωσκε ὅτι παιδίον ἐστὶ καὶ ἐπικρότει αὐτῷ · ἂν δὲ μὴ τοῦτο θέλῃς , σιώπα λοιπόν .
1.29.33 τούτων δεῖ μεμνῆσθαι καὶ κληθέντα εἴς τινα τοιαύτην περίστασιν εἰδέναι , ὅτι ἐλήλυθεν καιρὸς τοῦ ἀποδεῖξαι , εἰ πεπαιδεύμεθα . νέος γὰρ ἀπὸ σχολῆς ἀπιὼν εἰς περίστασιν ὅμοιός ἐστι τῷ μεμελετηκότι συλλογισμοὺς ἀναλύειν , κἄν τις εὔλυτον αὐτῷ προτείνῃ , λέγει μᾶλλόν μοι πεπλεγμένον κομψῶς προτείνατε , ἵνα γυμνασθῶ . καὶ οἱ ἀθληταὶ τοῖς κούφοις νεανίσκοις δυσαρεστοῦσιν ·
1.29.34 οὐ βαστάζει με , φησίν . οὗτός ἐστιν εὐφυὴς νέος . οὔ · ἀλλὰ καλέσαντος τοῦ καιροῦ κλάειν δεῖ καὶ λέγειν ἤθελον ἔτι μανθάνειν . τίνα ; εἰ ταῦτα οὐκ ἔμαθες οὐχ ὥστʹ ἔργῳ δεῖξαι , πρὸς τί αὐτὰ ἔμαθες ;
1.29.35 ἐγώ τινα οἶμαι τῶν καθημένων ἐνταῦθα ὠδίνειν αὐτὸν ἐφʹ ἑαυτοῦ καὶ λέγειν ἐμοὶ νῦν περίστασιν μὴ ἔρχεσθαι τοιαύτην , ὁποία τούτῳ ἐλήλυθεν ; ἐμὲ νῦν κατατριβῆναι καθήμενον ἐν γωνίᾳ δυνάμενον στεφανωθῆναι Ὀλύμπια ; πότε τις ἐμοὶ καταγγελεῖ τοιοῦτον ἀγῶνα ; οὕτως ἔχειν ἔδει πάντας ὑμᾶς .
1.29.36 ἀλλʹ ἐν μὲν τοῖς Καίσαρος μονομάχοις εἰσί τινες οἱ ἀγανακτοῦντες ὅτι οὐδεὶς αὐτοὺς προάγει οὐδὲ ζευγνύει καὶ εὔχονται τῷ θεῷ καὶ προσέρχονται τοῖς ἐπιτρόποις δεόμενοι μονομαχῆσαι , ἐξ ὑμῶν δʹ οὐδεὶς φανήσεται τοιοῦτος ;