2.2.15 ἐπεί τ οι δοκεῖς , ὅτι τὰ ἐκτὸς τηρῆσαι θέλων Σωκράτης παρελθὼν ἂν ἔλεγε ἐμὲ δʹ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται , βλάψαι δʹ οὔ ; οὕτω μωρὸς ἦν ,
2.2.16 ἵνα μὴ ἴδῃ ὅτι αὕτη ὁδὸς ἐνταῦθα οὐ φέρει , ἀλλʹ ἄλλῃ ; τί οὖν ἐστιν , ὅτι οὐκ ἔχει λόγον καὶ προσερεθίζει ;
2.2.17 ὡς ἐμὸς Ἡράκλειτος περὶ ἀγριδίου πραγμάτιον ἔχων ἐν Ῥόδῳ καὶ ἀποδείξας τοῖς δικασταῖς ὅτι δίκαια λέγει ἐλθὼν ἐπὶ τὸν ἐπίλογον ἔφη ὅτι ἀλλʹ οὔτε δεήσομαι ὑμῶν οὔτʹ ἐπιστρέφομαι , τί μέλλετε κρίνειν · ὑμεῖς τε μᾶλλον οἱ κρινόμενοί ἐστε ἐγώ .
2.2.18 καὶ οὕτως κατέστρεψε τὸ πραγμάτιον . τίς χρεία ; μόνον μὴ δέου , μὴ προστίθει δʹ ὅτι καὶ οὐ δέομαι . εἰ μή τι καιρός ἐστιν ἐπίτηδες ἐρεθίσαι τοὺς δικαστὰς ὡς Σωκράτει .
2.2.19 καὶ σὺ εἰ τοιοῦτον ἐπίλογον παρασκευάζῃ , τί ἀναβαίνεις , τί ὑπακούεις ;
2.2.20 εἰ γὰρ σταυρωθῆναι θέλεις , ἔκδεξαι καὶ ἥξει σταυρός · εἰ δʹ ὑπακοῦσαι λόγος αἱρεῖ καὶ πεῖσαι τό γε παρʹ αὐτόν , τὰ ἑξῆς τούτῳ ποιητέον τηροῦντι μέντοι τὰ ἴδια . ταύτῃ καὶ γελοῖόν ἐστι τὸ λέγειν
2.2.21 ὑπόθου μοι . τί σοι ὑποθῶμαι ; ἀλλὰ ποίησόν μου τὴν διάνοιαν τι ἂν ἀποβαίνῃ πρὸς τοῦτο ἁρμόσασθαι .
2.2.22 ἐπεὶ ἐκεῖνό γε ὅμοιόν ἐστιν οἷον εἰ ἀγράμματος λέγοι εἰπέ μοι τί γράψω , ὅταν μοι προβληθῇ τι ὄνομα .
2.2.23 ἂν γὰρ εἴπω ὅτι Δίων , εἶτα παρελθὼν ἐκεῖνος αὐτῷ προβάλῃ μὴ τὸ Δίωνος ὄνομα , ἀλλὰ τὸ Θέωνος , τί γένηται ;