2.13.4 τί δʹ ἔστι τοῦτο ; οὐκ οἶδεν , τί ἐστιν ὄχλος οὐδὲ τί ὄχλου ἔπαινος · ἀλλὰ τὴν νήτην μὲν τύπτειν ἔμαθεν καὶ τὴν ὑπάτην , ἔπαινος δʹ παρὰ τῶν πολλῶν τί ἐστι καὶ τίνα δύναμιν ἔχει ἐν βίῳ οὔτε οἶδεν οὔτε μεμελέτηκεν αὐτό .
2.13.5 ἀνάγκη λοιπὸν τρέμειν καὶ ὠχριᾶν . κιθαρῳδὸν μὲν οὖν οὐ δύναμαι εἰπεῖν μὴ εἶναι , ὅταν ἴδω τινὰ φοβούμενον , ἄλλο δέ τι δύναμαι εἰπεῖν καὶ οὐδὲ ἕν , ἀλλὰ πολλά .
2.13.6 καὶ πρῶτον πάντων ξένον αὐτὸν καλῶ καὶ λέγω · οὗτος ἄνθρωπος οὐκ οἶδεν ποῦ τῆς γῆς ἐστιν , ἀλλʹ ἐκ τοσούτου χρόνου ἐπιδημῶν ἀγνοεῖ τοὺς νόμους τῆς πόλεως καὶ τὰ ἔθη καὶ τί ἔξεστι καὶ τί οὐκ ἔξεστιν . ἀλλʹ οὐδὲ νομικόν τινα παρέλαβεν πώποτε τὸν ἐροῦντα αὐτῷ καὶ ἐξηγησόμενον τὰ νόμιμα ·
2.13.7 ἀλλὰ διαθήκην μὲν οὐ γράφει μὴ εἰδὼς πῶς δεῖ γράφειν παραλαβὼν τὸν εἰδότα οὐδʹ ἐγγύην ἄλλως σφραγίζεται ἀσφάλειαν γράφει , ὀρέξει δὲ χρῆται δίχα νομικοῦ καὶ ἐκκλίσει καὶ ὁρμῇ καὶ ἐπιβολῇ καὶ προθέσει .
2.13.8 πῶς δίχα νομικοῦ ; οὐκ οἶδεν ὅτι θέλει τὰ μὴ διδόμενα καὶ οὐ θέλει τὰ ἀναγκαῖα καὶ οὐκ οἶδεν οὔτε τὰ ἴδια οὔτε τὰ ἀλλότρια . εἰ δέ γʹ ᾔδει , οὐδέποτʹ ἂν ἐνεποδίζετο , οὐδέποτʹ ἐκωλύετο , οὐκ ἂν ἠγωνία .
2.13.9 πῶς γὰρ οὔ ; φοβεῖταί τις οὖν ὑπὲρ τῶν μὴ κακῶν ; οὔ . τί δʹ ; ὑπὲρ τῶν κακῶν μέν , ἐπʹ αὐτῷ δʹ ὄντων ὥστε μὴ συμβῆναι ;