2.17.4 γελοῖον οὖν τὸ οἴεσθαι , ὅτι ἄλλα μέν τις μαθεῖν βούλεται , ἄλλα δὲ μαθήσεται , λοιπὸν ὅτι προκόψει τις ἐν οἷς οὐ μανθάνει .
2.17.5 τὸ δʹ ἐξαπατῶν τοὺς πολλοὺς τοῦτʹ ἔστιν , ὅπερ καὶ Θεόπομπον τὸν ῥήτορα , ὅπου καὶ Πλάτωνι ἐγκαλεῖ ἐπὶ τῷ βούλεσθαι ἕκαστα ὁρίζεσθαι .
2.17.6 τί γὰρ λέγει ; οὐδεὶς ἡμῶν πρὸ σοῦ ἔλεγεν ἀγαθὸν δίκαιον ; μὴ παρακολουθοῦντες τί ἐστι τούτων ἕκαστον ἀσήμως καὶ κενῶς
2.17.7 ἐφθεγγόμεθα τὰς φωνάς ; τίς γάρ σοι λέγει , Θεόπομπε , ὅτι ἐννοίας οὐκ εἴχομεν ἑκάστου τούτων φυσικὰς καὶ προλήψεις ; ἀλλʹ οὐχ οἷόν τʹ ἐφαρμόζειν τὰς προλήψεις ταῖς καταλλήλοις οὐσίαις μὴ διαρθρώσαντα αὐτὰς καὶ αὐτὸ τοῦτο σκεψάμενον , ποίαν τινὰ ἑκάστῃ αὐτῶν οὐσίαν ὑποτακτέον .
2.17.8 ἐπεὶ τοιαῦτα λέγε καὶ πρὸς τοὺς ἰατρούς · τίς γὰρ ἡμῶν οὐκ ἔλεγεν ὑγιεινόν τι καὶ νοσερόν , πρὶν Ἱπποκράτη γενέσθαι ; κενῶς τὰς φωνὰς ταύτας ἀπηχοῦμεν ;
2.17.9 ἔχομεν γάρ τινα καὶ ὑγιεινοῦ πρόληψιν , ἀλλʹ ἐφαρμόσαι οὐ δυνάμεθα . διὰ τοῦτο μὲν λέγει ἀνάτεινον , δὲ λέγει δὸς τροφήν · καὶ μὲν λέγει φλεβοτόμησον , δὲ λέγει σικύασον . τί τὸ αἴτιον ; ἄλλο γε ὅτι τὴν τοῦ ὑγιεινοῦ πρόληψιν οὐ δύναται καλῶς ἐφαρμόσαι τοῖς ἐπὶ μέρους ;
2.17.10 οὕτως ἔχει καὶ ἐνθάδʹ ἐπὶ τῶν κατὰ τὸν βίον . ἀγαθὸν καὶ κακὸν καὶ συμφέρον καὶ ἀσύμφορον τίς ἡμῶν οὐ λαλεῖ ; τίς γὰρ ἡμῶν οὐκ ἔχει τούτων ἑκάστου πρόληψιν ; ἆρʹ οὖν διηρθρωμένην καὶ τελείαν ;