2.18.13 καθʹ ἡμέραν εἰώθειν ὀργίζεσθαι , νῦν παρʹ ἡμέραν , εἶτα παρὰ δύο , εἶτα παρὰ τρεῖς . ἂν δὲ καὶ τριάκοντα παραλίπῃς , ἐπίθυσον τῷ θεῷ . γὰρ ἕξις ἐκλύεται τὴν πρώτην , εἶτα καὶ παντελῶς ἀναιρεῖται .
2.18.14 σήμερον οὐκ ἐλυπήθην οὐδʹ αὔριον οὐδʹ ἐφεξῆς διμήνῳ καὶ τριμήνῳ · ἀλλὰ προσέσχον γενομένων τινῶν ἐρεθιστικῶν . γίγνωσκε ὅτι κομψῶς σοί ἐστιν .
2.18.15 σήμερον καλὸν ἰδὼν καλὴν οὐκ εἶπον αὐτὸς ἐμαυτῷ ὅτι ὤφελόν τις μετὰ ταύτης ἐκοιμήθη καὶ μακάριος ἀνὴρ αὐτῆς · γὰρ τοῦτʹ εἰπὼν μακάριος καὶ
2.18.16 μοιχός · οὐδὲ τὰ ἑξῆς ἀναζωγραφῶ , παροῦσαν αὐτὴν καὶ ἀποδυομένην καὶ παρακατακλινομένην .
2.18.17 καταψῶ τὴν κορυφήν μου καὶ λέγω · εὖ , Ἐπίκτητε , κομψὸν σοφισμάτιον ἔλυσας , πολλῷ κομψότερον τοῦ Κυριεύοντος .
2.18.18 ἂν δὲ καὶ βουλομένου τοῦ γυναικαρίου καὶ νεύοντος καὶ προσπέμποντος , ἂν δὲ καὶ ἁπτομένου καὶ συνεγγίζοντος ἀπόσχωμαι καὶ νικήσω , τοῦτο μὲν ἤδη τὸ σόφισμα ὑπὲρ τὸν Ψευδόμενον , ὑπὲρ τὸν Ἡσυχάζοντα . ἐπὶ τούτῳ καὶ μέγα φρονεῖν ἄξιον , οὐκ ἐπὶ τῷ τὸν Κυριεύοντα ἐρωτῆσαι .
2.18.19 πῶς οὖν γένηται τοῦτο ; θέλησον ἀρέσαι αὐτός ποτε σεαυτῷ , θέλησον καλὸς φανῆναι τῷ θεῷ · ἐπιθύμησον καθαρὸς μετὰ καθαροῦ σαυτοῦ γενέσθαι καὶ μετὰ τοῦ θεοῦ .
2.18.20 εἶθʹ ὅταν προσπίπτῃ σοί τις φαντασία τοιαύτη , Πλάτων μὲν ὅτι ἴθι ἐπὶ τὰς ἀποδιοπομπήσεις , ἴθι ἐπὶ θεῶν ἀποτροπαίων ἱερὰ ἱκέτης ·
2.18.21 ἀρκεῖ κἂν ἐπὶ τὰς τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν συνουσίας ἀποχωρήσας πρὸς τούτῳ γίνῃ ἀντεξετάζων , ἄν τε τῶν ζώντων τινὰ ἔχῃς ἄν τε τῶν ἀποθανόντων .