2.20.8 τί οὖν σοι μέλει ; ἄφες ἡμᾶς ἐξαπατηθῆναι . μή τι χεῖρον ἀπαλλάξεις , ἂν πάντες οἱ ἄλλοι πεισθῶμεν , ὅτι φυσική ἐστιν ἡμῖν κοινωνία πρὸς ἀλλήλους καὶ ταύτην δεῖ παντὶ τρόπῳ φυλάσσειν ; καὶ πολὺ κρεῖσσον καὶ ἀσφαλέστερον .
2.20.9 ἄνθρωπε , τί ὑπὲρ ἡμῶν φροντίζεις , τί διʹ ἡμᾶς ἀγρυπνεῖς , τί λύχνον ἅπτεις , τί ἐπανίστασαι , τί τηλικαῦτα βιβλία συγγράφεις ; μή τις ἡμῶν ἐξαπατηθῇ περὶ θεῶν ὡς ἐπιμελουμένων ἀνθρώπων μή τις ἄλλην οὐσίαν ὑπολάβῃ τοῦ ἀγαθοῦ ἡδονήν ;
2.20.10 εἰ γὰρ οὕτως ταῦτα ἔχει , βαλὼν κάθευδε καὶ τὰ τοῦ σκώληκος ποίει , ὧν ἄξιον ἔκρινας σεαυτόν · ἔσθιε καὶ πῖνε καὶ συνουσίαζε καὶ ἀφόδευε καὶ ῥέγκε .
2.20.11 τί δὲ σοὶ μέλει , πῶς οἱ ἄλλοι ὑπολήψονται περὶ τούτων , πότερον ὑγιῶς οὐχ ὑγιῶς ; τί γὰρ σοὶ καὶ ἡμῖν ; τῶν γὰρ προβάτων σοι μέλει , ὅτι παρέχει ἡμῖν αὑτὰ καρησόμενα καὶ ἀμελχθησόμενα καὶ τὸ τελευταῖον κατακοπησόμενα ;
2.20.12 οὐχὶ δʹ εὐκταῖον ἦν , εἰ ἐδύναντο οἱ ἄνθρωποι κατακηληθέντες καὶ ἐπᾳσθέντες ὑπὸ τῶν Στωικῶν ἀπονυστάζειν καὶ παρέχειν σοι καὶ τοῖς ὁμοίοις καρησομένους καὶ ἀμελχθησομένους ἑαυτούς ;
2.20.13 πρὸς γὰρ τοὺς Συνεπικουρείους ἔδει σε ταῦτα λέγειν , οὐχὶ δὲ πρὸς ἐκείνους ἀποκρύπτεσθαι , πολὺ μάλιστʹ ἐκείνους πρὸ πάντων ἀναπείθειν , ὅτι φύσει κοινωνικοὶ γεγόναμεν , ὅτι ἀγαθὸν ἐγκράτεια , ἵνα σοι πάντα τηρῆται ;