2.20.34 τί δʹ ἐροῦσι καὶ περὶ τίνων ἢ πρὸς τίνας καὶ τί ἔσται αὐτοῖς ἐκ τῶν λόγων τούτων , οὐδὲ κατὰ βραχὺ πεφροντίκασι · μή τι νέος εὐγενὴς ἀκούσας τῶν λόγων τούτων πάθῃ τι ὑπʹ αὐτῶν ἢ καὶ παθὼν πάντʹ ἀπολέσῃ τὰ τῆς εὐγενείας σπέρματα ·
2.20.35 μή τινι μοιχεύοντι ἀφορμὰς παράσχωμεν τοῦ ἀπαναισχυντῆσαι πρὸς τὰ γινόμενα · μή τις τῶν νοσφιζομένων τὰ δημόσια εὑρεσιλογίας τινὸς ἐπιλάβηται ἀπὸ τῶν λόγων τούτων · μή τις τῶν αὑτοῦ γονέων ἀμελῶν θράσος τι καὶ ἀπὸ τούτων προσλάβῃ . τί οὖν κατὰ σὲ ἀγαθὸν ἢ κακόν ,
2.20.36 αἰσχρὸν ἢ καλόν ; ταῦτα ἢ ταῦτα ; τί οὖν ; ἔτι τούτων τις ἀντιλέγει τινὶ ἢ λόγον δίδωσιν ἢ λαμβάνει ἢ μεταπείθειν πειρᾶται ;
2.20.37 πολὺ νὴ Δία μᾶλλον τοὺς κιναίδους ἐλπίσαι τις ἂν μεταπείσειν ἢ τοὺς ἐπὶ τοσοῦτον ἀποκεκωφωμένους καὶ ἀποτετυφλωμένους .
2.21.head περὶ ἀνομολογίας .
2.21.1 τῶν περὶ αὑτοὺς κακῶν τὰ μὲν ῥᾳδίως ὁμολογοῦσιν ἄνθρωποι , τὰ δʹ οὐ ῥᾳδίως . οὐδεὶς οὖν ὁμολογήσει ὅτι ἄφρων ἐστὶν ἢ ἀνόητος , ἀλλὰ πᾶν τοὐναντίον πάντων ἀκούσεις λεγόντων ὤφελον ὡς φρένας ἔχω οὕτως καὶ τύχην εἶχον .
2.21.2 δειλοὺς δὲ ῥᾳδίως ἑαυτοὺς ὁμολογοῦσι καὶ λέγουσιν ἐγὼ δειλότερός εἰμι , ὁμολογῶ · τὰ δʹ ἄλλʹ οὐχ εὑρήσεις με μωρὸν ἄνθρωπον .
2.21.3 ἀκρατῆ οὐ ῥᾳδίως ὁμολογήσει τις , ἄδικον οὐδʹ ὅλως , φθονερὸν οὐ πάνυ ἢ περίεργον , ἐλεήμονα οἱ πλεῖστοι .