2.21.4 τί οὖν τὸ αἴτιον ; τὸ μὲν κυριώτατον ἀνομολογία καὶ ταραχὴ ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν , ἄλλοις δʹ ἄλλα αἴτια καὶ σχεδὸν ὅσα ἂν αἰσχρὰ φαντάζωνται , ταῦτα οὐ πάνυ ὁμολογοῦσι ·
2.21.5 τὸ δὲ δειλὸν εἶναι εὐγνώμονος ἤθους φαντάζονται καὶ τὸ ἐλεήμονα , τὸ δʹ ἠλίθιον εἶναι παντελῶς ἀνδραπόδου · καὶ τὰ περὶ κοινωνίαν δὲ πλημμελήματα οὐ πάνυ προσίενται .
2.21.6 ἐπὶ δὲ τῶν πλείστων ἁμαρτημάτων κατὰ τοῦτο μάλιστα φέρονται ἐπὶ τὸ ὁμολογεῖν αὐτά , ὅτι φαντάζονταί τι ἐν αὐτοῖς εἶναι ἀκούσιον καθάπερ ἐν τῷ δειλῷ καὶ ἐλεήμονι .
2.21.7 κἂν ἀκρατῆ που παρομολογῇ τις αὑτόν , ἔρωτα προσέθηκεν , ὥστε συγγνωσθῆναι ὡς ἐπʹ ἀκουσίῳ . τὸ δʹ ἄδικον οὐδαμῶς φαντάζονται ἀκούσιον . ἔνι τι καὶ τῷ ζηλοτύπῳ , ὡς οἴονται , τοῦ ἀκουσίου · διὰ τοῦτο καὶ περὶ τούτου παρομολογοῦσιν .
2.21.8 ἐν οὖν τοιούτοις ἀνθρώποις ἀναστρεφόμενον , οὕτως τεταραγμένοις , οὕτως οὐκ εἰδόσιν οὔθʹ τι λέγουσιν οὔθʹ τι ἔχουσιν κακὸν εἰ ἔχουσιν παρὰ τί ἔχουσιν πῶς παύσονται αὐτῶν , καὶ αὐτὸν οἶμαι ἐφιστάνειν ἄξιον συνεχὲς
2.21.9 μή που καὶ αὐτὸς εἷς εἰμι ἐκείνων ; τίνα φαντασίαν ἔχω περὶ ἐμαυτοῦ ; πῶς ἐμαυτῷ χρῶμαι ; μή τι καὶ αὐτὸς ὡς φρονίμῳ , μή τι καὶ αὐτὸς ὡς ἐγκρατεῖ ; μὴ καὶ αὐτὸς λέγω ποτὲ ταῦτα , ὅτι εἰς τὸ ἐπιὸν πεπαίδευμαι ;