2.21.10 ἔχω ἣν δεῖ συναίσθησιν τὸν μηδὲν εἰδότα , ὅτι οὐδὲν οἶδα ; ἔρχομαι πρὸς τὸν διδάσκαλον ὡς ἐπὶ τὰ χρηστήρια πείθεσθαι παρεσκευασμένος ; καὶ αὐτὸς κορύζης μεστὸς εἰς τὴν σχολὴν εἰσέρχομαι μόνην τὴν ἱστορίαν μαθησόμενος καὶ τὰ βιβλία νοήσων , πρότερον οὐκ ἐνόουν , ἂν δʹ οὕτως τύχῃ , καὶ ἄλλοις ἐξηγησόμενος ;
2.21.11 ἄνθρωπʹ , ἐν οἴκῳ διαπεπύκτευκας τῷ δουλαρίῳ , τὴν οἰκίαν ἀνάστατον πεποίηκας , τοὺς γείτονας συντετάραχας · καὶ ἔρχῃ μοι καταστολὰς ποιήσας ὡς σοφὸς καὶ καθήμενος κρίνεις , πῶς ἐξηγησάμην τὴν λέξιν , πῶς τί ποτʹ ἐφλυάρησα τὰ ἐπελθόντα μοι ;
2.21.12 φθονῶν ἐλήλυθας , τεταπεινωμένος , ὅτι σοι ἐξ οἴκου φέρεται οὐδέν , καὶ κάθῃ μεταξὺ λεγομένων τῶν λόγων αὐτὸς οὐδὲν ἄλλο ἐνθυμούμενος πῶς πατὴρ τὰ πρός σε πῶς ἀδελφός ;
2.21.13 τί λέγουσιν οἱ ἐκεῖ ἄνθρωποι περὶ ἐμοῦ ; νῦν οἴονταί με προκόπτειν καὶ λέγουσιν ὅτι ʹἥξει ἐκεῖνος πάντα εἰδώς
2.21.14 ʹ . ἤθελόν πώς ποτε πάντα μαθὼν ἐπανελθεῖν , ἀλλὰ πολλοῦ πόνου χρεία καὶ οὐδεὶς οὐδὲν πέμπει καὶ ἐν Νικοπόλει σαπρῶς λούει τὰ βαλανεῖα καὶ ἐν οἴκῳ κακῶς καὶ ὧδε κακῶς . εἶτα λέγουσιν
2.21.15 οὐδεὶς ὠφελεῖται ἐκ τῆς σχολῆς . τίς γὰρ ἔρχεται εἰς σχολήν , τίς γάρ , ὡς θεραπευθησόμενος ; τίς ὡς παρέξων αὑτοῦ τὰ δόγματα ἐκκαθαρθησόμενα , τίς συναισθησόμενος τίνων δεῖται ;
2.21.16 τί οὖν θαυμάζετʹ , εἰ φέρετʹ εἰς τὴν σχολήν , αὐτὰ ταῦτα ἀποφέρετε πάλιν ; οὐ γὰρ ὡς ἀποθησόμενοι ἐπανορθώσοντες ἄλλʹ ἀντʹ αὐτῶν ληψόμενοι ἔρχεσθε .