2.24.12 ἀνθρώπου ; — ναί . — οἴδαμεν οὖν , τί ἐστιν ἄνθρωπος , τίς ἡ φύσις αὐτοῦ , τίς ἡ ἔννοια ; ἔχομεν καὶ κατὰ ποσὸν περὶ τοῦτο τὰ ὦτα τετρημένα ; ἀλλὰ φύσις τί ἐστιν ἐννοεῖς ἢ δύνασαι καὶ κατὰ ποσὸν ἀκολουθῆσαί μοι λέγοντι ;
2.24.13 ἀλλʹ ἀποδείξει χρήσομαι πρὸς σέ ; πῶς ; παρακολουθεῖς γὰρ αὐτῷ τούτῳ , τί ἐστιν ἀπόδειξις ἢ πῶς τι ἀποδείκνυται ἢ διὰ τίνων ; ἢ τίνα ὅμοια μὲν ἀποδείξει ἐστίν , ἀπόδειξις δʹ οὐκ ἔστιν ;
2.24.14 τί γάρ ἐστιν ἀληθὲς οἶδας ἢ τί ἐστι ψεῦδος ; τί τίνι ἀκολουθεῖ , τί τίνι μάχεται ἢ ἀνομολογούμενόν ἐστιν ἢ ἀσύμφωνον ;
2.24.15 ἀλλὰ κινῶ σε πρὸς φιλοσοφίαν ; πῶς παραδεικνύω σοι τὴν μάχην τῶν πολλῶν ἀνθρώπων , καθʹ ἣν διαφέρονται περὶ ἀγαθῶν καὶ κακῶν καὶ συμφερόντων καὶ ἀσυμφόρων , αὐτὸ τοῦτο τί ἐστι μάχη οὐκ εἰδότι ; δεῖξον οὖν μοι , τί περανῶ διαλεγόμενός σοι . κίνησόν μοι προθυμίαν .
2.24.16 ὡς ἡ κατάλληλος πόα τῷ προβάτῳ φανεῖσα προθυμίαν αὐτῷ κινεῖ πρὸς τὸ φαγεῖν , ἂν δὲ λίθον ἢ ἄρτον παραθῇς , οὐ κινηθήσεται , οὕτως εἰσί τινες ἡμῖν φυσικαὶ προθυμίαι καὶ πρὸς τὸ λέγειν , ὅταν ὁ ἀκουσόμενος φανῇ τις , ὅταν αὐτὸς ἐρεθίσῃ . ἂν δʹ ὡς λίθος ἢ χόρτος ᾖ παρακείμενος , πῶς δύναται ἀνθρώπῳ ὄρεξιν κινῆσαι ;
2.24.17 ἡ ἄμπελος μή τι λέγει τῷ γεωργῷ ἐπιμελοῦ μου ; ἀλλʹ αὐτὴ διʹ αὑτῆς ἐμφαίνουσα , ὅτι ἐπιμεληθέντι λυσιτελήσει αὐτῷ , ἐκκαλεῖται πρὸς τὴν ἐπιμέλειαν .