2.24.18 τὰ παιδία τὰ πιθανὰ καὶ δριμέα τίνα οὐκ ἐκκαλεῖται πρὸς τὸ συμπαίζειν αὐτοῖς καὶ συνέρπειν καὶ πρὸς τὸ συμψελλίζειν ; ὄνῳ δὲ τίς προθυμεῖται συμπαίζειν συνογκᾶσθαι ; καὶ γὰρ εἰ μικρόν , ὅμως ὀνάριόν ἐστιν . τί οὖν μοι οὐδὲν λέγεις ;
2.24.19 ἐκεῖνο μόνον ἔχω σοι εἰπεῖν , ὅτι ἀγνοῶν , τίς ἐστι καὶ ἐπὶ τί γέγονεν καὶ ἐν τίνι τούτῳ τῷ κόσμῳ καὶ μετὰ τίνων κοινωνῶν καὶ τίνα τὰ ἀγαθά ἐστι καὶ τὰ κακὰ καὶ τὰ καλὰ καὶ τὰ αἰσχρά , καὶ μήτε λόγῳ παρακολουθῶν μήτʹ ἀποδείξει , μήτε τί ἐστιν ἀληθὲς τί ψεῦδος , μήτε διακρῖναι ταῦτα δυνάμενος οὔτʹ ὀρέξεται κατὰ φύσιν οὔτʹ ἐκκλινεῖ οὔθʹ ὁρμήσει οὔτʹ ἐπιβαλεῖται , οὐ συγκαταθήσεται , οὐκ ἀνανεύσει , οὐκ ἐφέξει , τὸ σύνολον . κωφλὸς καὶ τυφλὸς περιελεύσεται δοκῶν μέν τις εἶναι , ὢν δʹ οὐδείς .
2.24.20 νῦν γὰρ πρῶτον τοῦθʹ οὕτως ἔχει ; οὐχὶ ἐξ οὗ γένος ἀνθρώπων ἐστίν , ἐξ ἐκείνου πάντα τὰ ἁμαρτήματα καὶ τὰ ἀτυχήματα παρὰ ταύτην τὴν ἄγνοιαν γεγένηται ;
2.24.21 Ἀγαμέμνων καὶ Ἀχιλλεὺς διὰ τί ἀλλήλοις διεφέροντο ; οὐχὶ διὰ τὸ μὴ εἰδέναι , τίνα ἐστὶ συμφέροντα καὶ ἀσύμφορα ; οὐχὶ μὲν λέγει , ὅτι συμφέρει ἀποδοῦναι τῷ πατρὶ τὴν Χρυσηίδα , δὲ λέγει , ὅτι οὐ συμφέρει ; οὐχὶ μὲν λέγει , ὅτι δεῖ αὐτὸν λαβεῖν τὸ ἄλλου γέρας , δέ , ὅτι οὐ δεῖ ; οὐχὶ διὰ ταῦτα ἐπελάθοντο καὶ τίνες ἦσαν καὶ ἐπὶ τί ἐληλύθεσαν ;